17
καὶ τοῦ ̓Ιακὼβ ὁ Λευί, ̓Ιακὼβ δὲ ἐτέχθη τῷ ̓Ισαάκ, ̓Ισαὰκ δ' ἐξέφυτῷ ̓Αβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θειοτέρας ἐπέπρεπε χάριτος, ἡ δὲ σύνεσις πολὺ κρείττων τῆς ἡλικίας ἐφύετο. ἡ Θέρμουθις ουν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς τὸν πατέρα, ὁ δὲ τὸν παῖδα προστερνισάμενος ἐπιτίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ ὁ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. οπερ ὁ ἱερογραμματεὺς θεασάμενος, ος ἐκ τῶν ̔Εβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰγυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγών "ουτος" ειπεν "ἐκεῖνος ὁ παῖς, ον ἀνελὼν τοῖς Αἰγυπτίοις τὸ δέος περίελε," εφθη δ' αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν ὁ θεός. Παρελθὼν δὲ εἰς ἡλικίαν ὁ Μωυσῆς ἐκ τοιαύτης λαβῆς οιος τὴν ἀρετὴν ην φανερὸς τοῖς Αἰγυπτίοις ἐγένετο. πρόσοικοι οντες τῇ Αἰγύπτῳ Αἰθίοπες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ' Αἰγύπτιοι στρατεύουσιν ἐπ' αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες δὲ καταφρονήσαντες αὐτῶν τὴν απασαν κατέτρυχον Αιγυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγατέρα τὸν Μωυσῆν Φαραὼ ηδη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον. ἡ δὲ δίδωσιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ αγει ἐπὶ τοὺς πολεμίους τὴν στρατιάν, ἀλλὰ δι' ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβό1.43 λων· ενθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ιβεων, πολλὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις ἡ Αιγυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἱ δὲ ιβεις τοῖς ἰοβόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν επεισι τοῖς Αἰθίοψι, καὶ τούτους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον ουσαν Αἰθιοπίας, ην υστερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· ην δὲ ἡ πόλις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρατοῦντος θυγάτηρ εἰς ερωτα ωλισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, ὁ δὲ κατένευεν, εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ εργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ' ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τὸν Φαραὼ κατ' αὐτοῦ. ὁ δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν ̔Εβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέσεως, εἰ καὶ τοῦτο παρέδραμεν ὁ ̓Ιώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. ὁ δὲ καὶ τῶν ὁδῶν φυλαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς πόλιν απεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ος καὶ διώνυμος ων ̔Ραγουὴλ ἐκαλεῖτο καὶ ̓Ιοθόρ. ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων. Νέμων δ' ἐπὶ τὸ Σίναιον ορος ὁ Μωυσῆς τοῦ περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, ην εφλεγε πῦρ, 1.44 οὐ μέντοι κατέκαιεν. ειτα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, η μὴ προβαίνειν ἐπέταττεν, ατε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέναι αὐτῷ εἰς Αιγυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται ὁ Μωυσῆς. ὁ δ' ἠπόρει πῶς η τοὺς οἰκείους πείσειεν η βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν εξοδον. καὶ ὁ θεὸς ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πίστιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, ειτ' ἐπιλαβομένου πάλιν βάκτρον ην. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν ἐξήνεγκεν, ειτα καὶ εἰς τὸ πρότερον ειδος ἀποκατέστη. καὶ τοῦ πλησίον υδατος λαβεῖν κελευσθεὶς καὶ καταχέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν ουν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν ουν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρσών, ο σημαίνει