17
alpha.75 ὡς αλοχος ἡ ὁμόλεχος. γράφεται διὰ τοῦ ˉι τῷ χαρακτῆρι τῶν διὰ τοῦ ˉιˉτˉηˉς. οιον πολίτης. ̓Αΐδιοσ. ὁ ἀεὶ διὼν, ὁ μηδέποτε ἀρξάμενος μὴ δὲ λήγων. τὰ παρὰ τὸ ἀεὶ σύνθετα δίφθογγον εχουσι, οιον· ἀείμνηστος, ἀείφρουρος, πλὴν τοῦ ἀΐδιος. δώδεκα δὲ φωναὶ εἰσὶ τοῦ ἀεί· εστι γὰρ ἀεὶ καὶ αἰὲν, καὶ αἰὲς, καὶ αει· αἰεί· αἰῒν καὶ αϊν καὶ ἀῒ, ἐξ ου τὸ ἀΐδιος· καὶ ἀεὶ καὶ ἀὲ καὶ ἀές. Αἰγίλοψ. κόρης πάθος. Αἰνείασ. κύριον. παρὰ τὸ αινος, ο σημαίνει τὸν επαινον, γίνεται Αἰνέας, καὶ πλεονασμῷ τοῦ ι Αἰνείας. τὸ δὲ αινος παρὰ τὸ ἰαίνω τὸ εὐφραίνομαι· γίνεται ιαινος, καὶ ἀποβολῇ τοῦ ˉι αινος. (Θηλυκόν.) Αἰανή. πόλις Μακεδονίας· ἀπὸ Αἰανοῦ τοῦ παιδὸς ̓Ιλύμαντος, τοῦ βασιλέως Τυῤῥηνῶν. τὸ ἐθνικὸν Αἰαναῖος. ἰχναῖος γὰρ λέγεται, καὶ ̓Εδεσσαῖος, καὶ Βεῤῥοιαῖος. alpha.76 Αἰανή. ἡ σκοτεινὴ, η θρηνητική· ἀπὸ τοῦ αἰάζω τὸ θρηνῶ. Σοφοκλῆς· νυκτὸς αἰανῆς κύκλος- Αια. ἡ γῆ. παρὰ τὸ γαῖα αια, ἀποβολῇ τοῦ ˉγ. Αιβουρα. πόλις ̓Ιβηρίας. ὁ πολίτης Αἰβουραῖος, ὡς αρουρα ἀρουραῖος, Κόλουρα Κολουραῖος. πόλις δέ ἐστι περὶ τὴν Πριήνην. Αἰβάλη. ἡ θύρα. Αἰγηΐσ. φυλὴ ἀπὸ Αἰγέως· οἱ φυλίται Αἰγεῖδαι. καὶ Αἰγεῖα θάλασσα. Αἰγιάλια· Αἰγιάλη. ὀνόματα κύρια. Αἰγίβολος γῆ. ἐγὼ δὲ λέγω αἰγίνομος, αἰγίβοσκος. ἡ ἐπιτηδεία αιγας βόσκειν. Αἰγιαλία. δῆμος ̓Αντιοχείας. ὁ δημότης Αἰγιαλεύς. Αἰγιμιώ. ονομα πόλεως. Αιγινα. νῆσος, μία τῶν Κυκλάδων. καὶ Αἰγιναῖα ναῦς, ἡ ἀπὸ Αἰγίνης. Αἰγίσ. ην Λίβυες φοροῦσι δορὰν, καὶ τὸ ἐκ στεμμάτων πλέγμα, καὶ τὸ διὰ στεμμάτων πεπλεγalpha.77 μένον δίκτυον. ουτως Λυκοῦργος· καὶ ̔Ηρόδοτος· ἡ δὲ ἱέρεια ̓Αθήνῃσι, τὴν ἱερὰν αἰγίδα φέρουσα, τοὺς νεογάμους εἰσήρχετο. αἰγὶς καὶ ὁ θώραξ. καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι. αἰγὶς οπλον ∆ιὸς, ̔Ηφαιστότευκτον. οὐχ, ως τινες φασὶν, ἀπὸ τῆς ̓Αμαλθείας αἰγὸς τῆς ἀναθρεψάσης τὸν ∆ία, ἀλλ' ἀπὸ τοῦ τὰς συστροφὰς τῶν ἀνέμων ποιεῖν κινουμένας αἰγίδας καὶ καταιγίδας· τὸ δὲ αἰγὶς ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. Αἰγανέα. ἀκόντιον μικρὸν, ἀπὸ τοῦ αγαν νεῖσθαι, ο ἐστι πορεύεσθαι. η ἀπὸ τοῦ αγαν ιεσθαι, η διὰ τὰς αιγας. ἐπ' αὐτὰς γὰρ μάλιστα ιεται. η διὰ τὸ εὐθετεῖν αὐτὸ εἰς αἰγῶν αγραν. Αἰγίλιψ. πόλις Κεφαληνίας. λέγεται καὶ ἡ ὑψηλὴ καὶ δύσβατος πέτρα, ην καὶ αιγες ἀπολείπουσι. παρὰ τὸ λείπω, λείψω, λεὶψ, καὶ ἀποβολῇ τοῦ ˉε, λὶψ, καὶ ἐν συνθέσει μετὰ τοῦ αιξ, αἰγίλιψ. Αἰγαί. πόλις Κιλικίας. εστι καὶ Μακεδονίας καὶ Αἰτωλίας καὶ Εὐβοίας. τὸ ἐθνικὸν, ἀπὸ μὲν δισσυλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισσυλλάβου Αἰγαιάτης. καὶ Αἰγαῖον πέλαγος. Αιγλη. αὐγή· λαμπηδών· η βόλος κυβευτικός. δηλοῖ δὲ καὶ ποπάνου ειδος, καὶ θυσίαν. καὶ ἡ σελήνη ουτως καλεῖται. καὶ ὁ ̓Ασκληπιός. Αἰγώνη καὶ Αἰγωνίεια. ὀνόματα πόλεων. Αιγινα. νῆσος. ὁ πολίτης Αἰγινεὺς, η Αἰγινίτης. ὁ δὲ τοῦ Αἰγινήτου φόρτος. η δοῦλος Αἰγινητικός. ὡς τὸ, ̔Ρόδιος, ̔Ροδιακός. Αιγυπτοσ. ἀπὸ Αἰγύπτου βασιλέως τοῦ Βήλου, η ἀπὸ Αἰγύπτου τοῦ Νείλου. η Αιγυπτος αἰalpha.78 γίποτος, διὰ τὸ αιγας πίονας εχειν. σημείωσαι, οτι ἐν τεσσαράκοντα ἡμέραις γεγόνασιν αἱ κατ' Αιγυπτον πληγαί. Αἰγλήεντα. λαμπρόν. Αἰαία. ονομα νήσου. Αἰδώσ. αἰσχύνη η εὐλάβεια, η φόβος. Αἰδοσύνη. ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων. Αἰθάλη. σποδὸς, τέφρα. τὸ ἐκ καμίνου μέλαν. η ειδος καπνοῦ πεπυκνωμένου. καὶ ὁ κονιορτός. ἐκέλευσε τὰ ταμιεῖα τῆς αἰθάλης μαχαιριδίοις διατιτρᾷν, ο ἐστι διατορεῖν, διατρυπεῖν, διακόπτειν. γίνεται δὲ ἀπὸ τοῦ αιθω τὸ καίω. Αἰθαλοκομπίαισ. καπνοῖς καὶ ψευδολογίαις. Αιθη. ονομα θηλείας ιππου. καὶ Ομηρος· Αιθην τὴν ̓Αγαμεμνονέην. Αἰθήρ. ἀστεροειδέα νῶτα διφρεύουσ' αἰθέρος ἱερᾶς. Αἰθιοπία. χώρα. Αἰθούσῃσι. στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. η αιθουσα διὰ τὸ ἐν αὐτῷ χειμῶνι αιθεσθαι. η διὰ τὴν τοῦ ἡλίου βολήν. Αἰθάλη. ἐκαλεῖτο ἡ Λῆμνος· ἀπὸ τῶν ἀναδιδομένων αἰθαλῶν ἐκ τῶν ̔Ηφαίστου χαλκείων. τὸ ἐθνικὸν Αἰθαλίτης. τὰ ἀπὸ τῶν εἰς λˉοˉς βαρύτονα ὑπὲρ δύο συλλαβὰς οντα μὴ ἐθνικὰ, διὰ τῆς ˉεˉι διφθόγγου γράφονται. οιον αιολος, ὁ κατάστικτος καὶ