ἔχον. Oὐ γὰρ ἁπλῶς εἰρῆσθαί μοι δοκεῖ τὸ ὑπὸ τοῦ Φοίνικος εἰρημένον· Oὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα. Ἡ γὰρ αὐτὸς ἀντωνυμία τὸν ὄντως ὄντα σημαίνει θεόν. Oὕτως γὰρ καὶ ὁ περὶ τῶν Χαλδαίων ὑμῖν καὶ Ἑβραίων εἰρη μένος σημαίνει χρησμός· πυθομένου γάρ τινος, τίνας πώποτε θεοσεβεῖς ἄνδρας γεγενῆσθαι συνέβη, οὕτως εἰρηκέναι αὐτόν φατε· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι, Aὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν αὐτόν. Πῶς οὖν ὁ Πλάτων Ὁμήρῳ μέμφεται τοὺς θεοὺς στρεπτοὺς εἶναι λέγοντι, καίτοι Ὁμήρου διὰ τὸ χρήσιμον τοῦτ' εἰρηκότος, ὡς ἔστι δῆλον ἀπ' αὐτῶν τῶν εἰρημένων; Ἴδιον γὰρ τῶν δι' εὐχῆς καὶ θυσιῶν φιλανθρωπίας τυγχάνειν ἀξιούν των τὸ παύεσθαι καὶ μεταγινώσκειν ἐφ' οἷς ἥμαρτον· οἱ γὰρ ἀνεπιστρεφὲς τὸ θεῖον οἰόμενοι εἶναι, οὐδαμῶς ἀφίστασθαι τῶν ἁμαρτημάτων προῄρηνται, οὐδὲν ὄφελος ἐκ τῆς μετανοίας ἕξειν οἰόμενοι. Πῶς οὖν Ὁμήρου τοῦ ποιητοῦ καταγνοὺς ὁ φιλόσοφος Πλάτων, Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοὶ εἰρηκότος, αὐτὸς τὸν τῶν θεῶν δημιουργὸν εἰσάγει οὕτω ·ᾳ δίως τρεπόμενον, ὡς ποτὲ μὲν θεοὺς θνητούς, ποτὲ δὲ τοὺς αὐτοὺς ἀθανάτους εἶναι λέγειν; Καὶ οὐ μόνον περὶ αὐτῶν, ἀλλὰ καὶ περὶ τῆς ὕλης, ἀφ' ἧς καὶ τοὺς δημιουργηθέντας θεούς, ὡς αὐτός φησι, γεγενῆσθαι ἀνάγκη, ποτὲ μὲν ἀγένητον ποτὲ δὲ γενητὴν εἶναι λέγει, ἀγνοῶν ὅτι οἷς Ὁμήρῳ μέμφεται τούτοις αὐτὸς περιπίπτων ἐλέγχεται, τὸν τῶν θεῶν δημιουργὸν οὕτω ·ᾳδίως τρέπεσθαι λέγων, καίτοι Ὁμήρου περὶ αὐτοῦ ἐναντία εἰρηκότος. Ἔφη γὰρ αὐτὸν οὕτω περὶ ἑαυτοῦ λέγειν· Oὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν Oὐδ' ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύσω. Ἀλλὰ ταῦτα μὲν ἑκών, ὡς ἔοικεν, ὁ Πλάτων, τοὺς τὴν πο λυθεότητα ἀσπαζομένους δεδιώς, ἀλλόκοτα περὶ θεῶν διεξιέ ναι φαίνεται. Ὅσα δὲ παρὰ Μωϋσέως καὶ τῶν προφητῶν περὶ ἑνὸς θεοῦ μεμαθηκὼς οἴεται δεῖν λέγειν ταῦτα μυστικῶς προῄρηται λέγειν, τοῖς θεοσεβεῖν βουλομένοις τὴν ἑαυτοῦ σημαίνων δόξαν. Ἀρεσθεὶς γὰρ τῷ ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Μωϋσέα εἰρημένῳ Ἐγώ εἰμι ὁ ὤν, καὶ τὴν βραχεῖαν διὰ τῆς μετοχῆς εἰρημένην ·ῆσιν μετὰ πολλῆς θεωρίας δεξάμενος, ἔγνω ὅτι τὴν ἀϊδιότητα αὐτοῦ ὁ θεὸς τῷ Μωϋσεῖ σημῆναι θέλων Ἐγώ εἰμι ὁ ὢν ἔφη, τῆς ὢν συλλαβῆς οὐχ ἕνα χρόνον δηλού σης, ἀλλὰ τοὺς τρεῖς, τόν τε παρεληλυθότα καὶ τὸν ἐνεστῶτα καὶ τὸν μέλλοντα. Oὕτω γὰρ καὶ ὁ Πλάτων τοῦ ὢν ἐπὶ τοῦ περιττοῦ μέμνηται χρόνου, -Oν δὲ οὐδέποτε λέγων. Τὸ γὰρ οὐδέποτε οὐκ ἐπὶ τοῦ παρεληλυθότος, ὡς οἴονταί τινες, ἀλλ' ἐπὶ τοῦ μέλλοντος εἴρηται χρόνου. Τοῦτο γὰρ καὶ παρὰ τοῖς ἔξωθεν ἠκρίβωται. ∆ιὰ τοῦτο τοίνυν, ὥσπερ ἑρμηνεῦσαι τοῖς ἀγνοοῦσι τὸ μυστικῶς περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ διὰ