ποῦ τῷ ἐν τόπῳ; Καὶ εἰ μὴ ἅπαν ἐν τόπῳ τὸ ὄν, πῶς οὐκ ἔσται ταὐτὰ τῷ μὴ ὄντι τινὰ τῶν ὄντων, εἴ γε τὸ μὴ εἶναι ἐν τόπῳ κοινόν ἐστιν ἀμφοτέρων; Καὶ εἰ τὸ κινητὸν σῶμα μόνον ἐν τόπῳ ἐστί, πῶς ὁ οὐρανός, σῶμα ὂν κι νητόν, οὐκ ἔστιν ἐν τόπῳ; λα. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς, ἐκ τῶνδέ τις ἂν ὑποπτεύσειε. Τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω ἐστίν. Ἐκ δὲ τούτων καὶ ὁ ἄπειρος καὶ ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται. Τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν δόξειε μετέχειν οὐσίας. Παντὸς γὰρ μεριστοῦ, ἐάν περ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη εἶναι· τοῦ δὲ χρόνου τὰ μὲν γέγονε, τὰ δὲ μέλλει, ἔστι δὲ οὐθέν, ὄντος μεριστοῦ. Τὸ δὲ νῦν οὐ μέρος· μετρεῖν γὰρ τὸ μέρος καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν. Eἰ πᾶν τὸ γιγνόμενον πρὸ τοῦ γενέσθαι οὐκ ἦν, οὐκ ἄρα ἀΐδιός τε καὶ ἄναρχος ὁ χρόνος· διὸ οὔτε ἡ κίνησίς ἐστιν ἀΐδιός τε καὶ ἄναρχος, ἧς ὁ χρόνος ἐστὶν ἀριθμός. Eἰ γὰρ τὸ μέλλον μέρος τοῦ χρόνου οὔπω ἐστίν, ἦν δὲ καὶ τὸ γεγονὸς μέρος τοῦ χρόνου πρὸ τοῦ γενέσθαι μέλλον, ἦν ἄρα ὅτε οὐκ ἦν τὸ γεγονὸς μέρος τοῦ χρόνου. Καὶ εἰ δεῖ τὸ ἄπειρον ἄναρχον εἶναι, οὐκ ἄρα ἄπειρος ὁ χρόνος, τὴν μετα βολὴν τοῦ μέλλοντος ἔχων ἀρχὴν τοῦ εἶναι. Καὶ εἰ μὲν τὸ γεγονὸς μέρος τοῦ χρόνου ἐνεργείᾳ ἐστὶ χρόνος, τὸ δὲ μέλλον δυνάμει, ἐν δὲ τοῖς οὖσιν ἡ ἐνέργεια καὶ δύναμις, οὐκ ἄρα ἐκ μὴ ὄντων σύγκειται ὁ ἐκ τοῦ γεγονότος καὶ μέλλοντος συγκείμενος χρόνος. Καὶ εἰ τῆς οὐσίας οὐ μετέχει ὁ χρόνος, ἀλλ' ὅμως τοῦ παρακεῖσθαι ταῖς οὐσίαις μετέχει, ὡς καὶ ἐκ τούτου φανερὸν ὅτι τῶν ὄντων ἐστὶν ὁ χρόνος. Καὶ εἰ τὸ γεγονὸς μέρος τοῦ χρόνου ἐν τοῖς γεγονόσι μέρεσι τοῦ μερι στοῦ θεωρεῖται, πῶς οὐθὲν μέρος ἐστὶ τοῦ χρόνου, μεριστοῦ ὄντος; Καὶ εἰ τὸ νῦν οὐκ ἔστιν ἐλάχιστον μέρος τοῦ χρόνου, τί ἐστι τὸ ἐξαίφνης καὶ τὸ ἄτομον καὶ ἡ στιγμὴ τοῦ χρό νου λεγόμενον; Πῶς ἐνδέχεται ἐκ μὲν τοῦ μέλλοντος γί νεσθαι εἰς τὸ νῦν τὴν μεταβολήν, ἐκ δὲ τοῦ νῦν εἰς τὸ παρεληλυθός, τοῦ νῦν μὴ ὄντος μέρους τοῦ χρόνου; Πάντα γὰρ μέρος τοῦ χρόνου, πρῶτον, μέλλον, ὕστερον, νῦν, ἔπειτα, παρεληλυθός. λβ. Ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας. Ὅτι μὲν τοίνυν οὔτε κίνησις οὔτε ἄνευ κινήσεως ὁ χρόνος ἐστί, φανερόν. Ἀλλ' ὅτι γενητὸς ὁ χρόνος καὶ οὐκ ἀΐδιος, ἠργμένος καὶ οὐκ ἄναρχος, πεπερασμένος καὶ οὐκ ἄπειρος, φανερόν ἐστι καὶ τοῦτο. Eἰ δὲ ὁ χρόνος τοιοῦτος, ἐξ ἀνάγκης καὶ ἡ κί νησις, ἧς ἀριθμός ἐστιν ὁ χρόνος. λγ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος ἀεὶ δοκεῖ