αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορα ποιεῖ. Τίς οὖν ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον, τὸν κατὰ τὴν φωνὴν τοῦ ἀπο κριναμένου γεννητῶς γενόμενον, καὶ αὐτὸν ὄντα γεννητόν, γεν νητῶς γεννητὰ ποιοῦντα; Ἀλλ' εἰ μὲν ὁ θεός, πῶς οὐκ ἐψεύ σατο ὁ ἀποκρινάμενος, εἰπών· Ὁ θεός, ἀγένητος ὤν, ἀγε νήτως ἀγένητα ποιεῖ; Eἰ δὲ οὐχ ὁ θεός, πῶς οὐ τῶν ἀλλο τρίων προνοεῖ ὁ θεός, προνοῶν τῶν ἀνθρώπων, ὧν οὐκ ἔστι ποιητής; Eἰ δὲ ἄτοπον τὸ μὴ λέγειν τὸν θεὸν ποιητὴν τοῦ ἀν θρώπου, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν ἀγενήτως ἀγέ νητα ποιεῖν· ἰδοὺ γὰρ πεποίηκε τὸν ἄνθρωπον γεννητῶς ὄντα γεννητόν. Eἰ οὗ τὸ μέρος γεννητόν, τούτου ἐξ ἀνάγκης καὶ τὸ ὅλον γεννητόν, μέρος δὲ τοῦ κόσμου ὁ ἄνθρωπος, ὁ κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου γεννητῶς γενόμενος, γενητὸς ἄρα καὶ ὁ κόσμος. Eἰ ἀγένητός ἐστιν ὁ θεὸς καὶ τὰ ἀγένητα ποιεῖ, πῶς οὐ κατὰ κοινοῦ φέρει τὸ τοῦ ἀγενήτου ὄνομα, τὸ μηδενὶ αὐτὸν ἀντιδιαστέλλον; Eἰ ὁ θεὸς ὅ ἐστιν οὐ ποιεῖ (ἀδύ νατον γάρ), ποιεῖ δὲ ἃ οὐκ ἔστι, γενητὰ ἄρα ποιεῖ, ἀγένητος αὐτὸς ὤν. Oὐ ζητοῦμεν δὲ πρῶτον τὸ πῶς ποιεῖ ὁ θεός, ἀλλὰ τὸ τί ποιεῖ· εὑρεθὲν γὰρ τὸ τί ποιεῖ εὕρηται καὶ τὸ πῶς ποιεῖ. Eἰ ἀγένητος ὑπάρχων ὁ θεὸς ἀγενήτως ἀγένητα ποιεῖ, καὶ ἀδέσποτος ἄρα ὑπάρχων ἀδεσπότως ἀδέσποτα ποιεῖ. Eἰ δὲ ἄτοπον τὸ δεύτερον, ἄτοπον ἄρα καὶ τὸ πρῶτον. Τὰ ἀδια στάτως συνυφιστάμενα ἀλλήλοις, οὐδὲν αὐτῶν οὐδενὸς αὐτῶν δύναται εἶναι ποιητής· εἰ δὲ μή γε, ἀλλήλων ἔσονται ποιηταί. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν θεὸν ποιη τὴν τῶν ἀδιαστάτως αὐτῷ συνυφισταμένων. Eἰ ἄπειρα μὲν δύναται ποιεῖν ὁ θεός, ἀλλὰ τῷ βούλεσθαι, ὁ θεὸς δὲ διάφορα μὲν εἶναι οὐ δύναται (ἓν γάρ ἐστι καὶ ἁπλοῦν καὶ μονοειδές), διάφορα δὲ βούλεται, οὐκ ἄρα τῷ εἶναι ποιεῖ, ἀλλὰ τῷ βού λεσθαι. Eἰ, ὥσπερ τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, οὕτως καὶ ὁ κόσμος τῷ θεῷ, ἀναγκαστικῶς ἄρα καὶ ἀβουλήτως ποιεῖ τὸν κόσμον ὁ θεός, κατὰ συμβεβηκὸς καὶ οὐ καθ' αὑτό· ἀναγκαστικῶς γὰρ καὶ κατὰ συμβεβηκὸς συνυ φίστανται αἱ γωνίαι τῇ θέσει τῶν γραμμῶν. Ὁ ποιῶν τὸ μὴ ὂν ποιεῖ· τὸ γὰρ ὂν οὐ χρῄζει ποιητοῦ. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ποιητής ἐστιν ὁ θεὸς τῶν συνυφισταμένων αὐτῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Ὁ θεὸς οἰκίαν οὐκ ἐποίησεν, ἀλλ' ἐποίησε τὸν ἄνθρωπον, καὶ δέδωκεν αὐτῷ δύναμιν ποιητικὴν τῆς οἰκίας. Oὐδὲν οὖν τούτων ἀγενήτως παρὰ τῷ θεῷ, οὔτε ἡ ποίησις τοῦ ἀνθρώπου οὔτε ἡ δόσις τῆς δυνάμεως. ∆ύο κα νόνας ἔθηκεν ὁ ἀποκρινάμενος· ἕνα μὲν ἐπὶ τῆς ποιήσεως τῶν ἀγεννήτων ὄντων καὶ ἀγεννήτως ποιούντων, ἕνα δὲ ἐπὶ τῆς ποιήσεως τῶν γεννητῶν ὄντων καὶ γεννητῶς ποιούντων. Καὶ τὰ μέν, φησίν, ἔργα τῶν ἀγεννήτων συνυφίσταται τοῖς ἑαυ τῶν ποιηταῖς ἀγεννήτως, τὰ δὲ ἔργα τῶν γεννητῶν ἔγχρονα. Μηδενὸς τοίνυν τῶν ἀγεννήτων ἐγχρόνως ποιούντων, δῆλον ὅτι τὰ γεννητὰ οὔτε γέγονεν ὑπὸ τοῦ ἀγεννήτου οὔτε γενέσθαι