ἕτερός τις παρ' ἐκεῖνον; Ἀπόκρισις. Ἐπειδὴ διάφοροι φῆμαι περὶ ὧν ἐποιήσατο θαυμάτων ὁ Ἰησοῦς διέτρεχον, τῶν μὲν λεγόντων· Ἡλίας ἐστὶν ὁ ταῦτα ποιῶν, τῶν δέ· Ἱερεμίας, τῶν δέ· Ἄλλος τις τῶν προφητῶν, ταύτας τὰς φήμας ἀκούων ὁ Ἰωάννης ἐν τῇ εἱρκτῇ πέμπει τοὺς μαθητὰς αὑτοῦ μαθεῖν, εἰ ὁ τὰ σημεῖα ποιῶν αὐτός ἐστιν ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς, ἢ ἕτερός τις ὁ παρὰ τῶν πολλῶν θρυλλούμενος. Γνοὺς δὲ ὁ Ἰησοῦς τοῦ Ἰωάννου τὸν σκοπὸν ἐπὶ τῆς παρουσίας τῶν μαθητῶν Ἰωάννου ἐποίησε πολλὰ θαύματα, πείθων αὐτοὺς καὶ τὸν Ἰωάννην δι' αὐτῶν, ὡς αὐτὸς εἴη ὁ πεποιηκὼς καὶ τὰ ἐπ' ὀνόματι ἑτέρων φημιζόμενα θαύ ματα, ὁ ὑπ' αὐτοῦ μαρτυρηθείς. Ἐρώτησις λθ. Eἰ πάντας ἕλκειν πρὸς ἑαυτὸν ὁ δεσπότης Χριστὸς μετὰ τὴν οἰκείαν ὕψωσιν ἐπηγγείλατο, πῶς οὐ πάντες τῇ εἰς αὐτὸν πίστει προσέδραμον; Πῶς δὲ αὐτὸς ἐπαγγειλάμενος πρὸς αὑ τὸν ἕλκειν οὐκ ἐναντιοῦται τῷ Oὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ἑλκύσῃ αὐτόν; Ἀπόκρισις. Ἀπὸ τοῦ οἰκείου τέλους πᾶς λόγος κρίνεται. Τέλος δέ, τὸ πάντας ἕλκειν πρὸς ἑαυτόν, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Oὐ χρὴ οὖν πρὸ τοῦ τέλους τὰ τοῦ τέλους ἀπαιτεῖν. Ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ διδόναι καὶ τῷ υἱῷ ἐξουσίαν καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν. Oὐκ ἄλλοτε οὖν ἕλκει ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ἄλλοτε ὁ υἱὸς πρὸς ἑαυτόν· διὸ οὐδὲν ἐναντίον ἐν τοῖς λόγοις. Ἐρώτησις μ. Eἰ ἐν τοῖς δαιμονῶσιν οἱ δαίμονες διηνεκῶς ἐνοικοῦσι, πῶς ἑτέροις κατασκευάζουσι βλάβας; Eἰ δὲ τοῦτο ποιοῦσι τῶν πασχόντων πρὸς βραχὺ χωριζόμενοι, πῶς, ὅτε ἀοράτῳ δυνά μει ἀπ' αὐτῶν διωχθῶσιν, οὐκέτι ἐν αὐτοῖς ἴχνη τῆς οἰκείας παρουσίας δεικνύουσιν; Ἀπόκρισις. Ἀδύνατον τὸν τοῖς δαίμοσι κάτοχον ποιῆσαί τι ἀπόν τος τοῦ δαίμονος· ὅσα γὰρ ποιεῖ τῇ παρουσίᾳ παρόντος τοῦ δαίμονος ποιεῖ, οὗ ἀποχωρήσαντος οὐδὲ τὰ ἴχνη αὐτοῦ πάρ εστιν· ἡ γὰρ ἀπελαύνουσα αὐτὸν ἀόρατος δύναμις φόβον αὐτῷ ἐντίθησι τοῦ μηκέτι πλησιάζειν τῷ τεθεραπευμένῳ. Ἐρώτησις μα. Eἰ μόνου θεοῦ ἐστι ζωὴν καὶ ἰσχὺν διδόναι τοῖς σώμασι, πῶς τοῦτο ποιοῦσιν οἱ δαίμονες, ἐνισχύοντες τῶν δαιμονών των τὰ σώματα, ὥστε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις συντρίβειν; Ἐδεσμεῖτο γὰρ ἁλύσεσι καὶ πέδαις, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον. Ἀπόκρισις. Oὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαῤῥήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύ