1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

17

ἀριθμοῦσι καὶ τὴν γένναν, ὅταν μίαν μοῖραν ἀποστῇ ἡ σελήνη τοῦ ἡλίου. 3.13 Τὰς τοίνυν Καλένδας ὡς ἐλέγομεν οἷα νεομηνίαν ἐτίμησαν Ῥωμαῖοι, μετὰ δὲ ταύτας καθεξῆς τὰς Νώνας, καὶ κατὰ τρίτην τάξιν τὰς Εἰδούς. τρίμορφος μὲν γὰρ ἡ τῆς Ἑκάτης, ἤτοι τῆς Σελήνης, δύναμις· ὃ γὰρ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἑκάτη ἐν σελήνῃ. 3.14 Ὅτι ὁ τριάκοντα ἀριθμὸς φυσικώτατός ἐστιν, ὃ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς· ἐπεὶ καὶ ὁ τοῦ μηνὸς κύκλος συνέστηκεν ἐκ τεσσάρων τῶν ἀπὸ μονάδος ἑξῆς τετραγώνων, αʹ δʹ θʹ ιςʹ, ὅθεν οὐκ ἀπὸ σκοποῦ Ἡράκλειτος γενεὰν τὸν μῆνα καλεῖ. 3.15 Μετὰ δὲ τὰς Καλένδας εὑρίσκομεν πολλαχῶς τὸν χρόνον διαιρεῖσθαι εἰς αἰῶνα εἰς χρόνον εἰς καιρὸν εἰς ἐνιαυτόν. αἰὼν τοίνυν ἐστὶν ἄπειρός τις τῶν οὐρανίων σωμάτων περιπόλησις ἢ αὐτοῦ τοῦ παντὸς οὐρανοῦ παντελὴς ἀνακύκλησις, χρόνος δὲ ἡ ἐξ αἰῶνος ἀόριστος ἔκτασις. ταύτῃ καὶ Κρόνος παῖς Οὐρανοῦ λέγεται· ὁ γὰρ χρόνος ἐκ τῶν τοῦ οὐρανοῦ κινήσεων πρόεισιν. ὥστε καιρός ἐστι χρόνου παράδειγμα, καὶ οὐκ αὐτὸς ὁ χρόνος. 3.16 Ὅτι διαφέρει μεγίστη ἀποκατάστασις τελείας περιόδου τῷ τὴν μὲν ἀποκατάστασιν ἀπὸ τοῦ αὐτοῦ ση μείου ἐπὶ τὸ αὐτὸ σημεῖον γίνεσθαι κατὰ μῆκος καὶ πλάτος καὶ βάθος, τὴν δὲ τελείαν περίοδον ἐκ τῆς συναγωγῆς τῶν ὁρίων ἀποτελεῖσθαι· τρεῖς γὰρ εἶναί φασιν οἱ ἀρχαῖοι περιόδους πάντων τῶν πλανήτων, μεγίστας ἐλαχίστας μέσας, καὶ τὴν μὲν τοῦ Κρόνου μεγίστην ἑπτὰ καὶ πεντήκοντα ἐτῶν, τὴν δὲ ∆ιὸς ἐννέα καὶ ἑβδομήκοντα, Ἄρεός γε μὴν ἓξ πρὸς τοῖς ἑξήκοντα- ὅθεν τοσαύτας χιλιάδας ἀνδρῶν ἐπήγετο ὁ Καῖσαρ ὡς κἂν τούτῳ τῷ μέρει ἐμπειρότατος ἔν τε τῷ ἐμφυλίῳ καὶ ἐν τοῖς ἄλλοις πολέμοις, καὶ εἰκότως ἐκράτει- Ἡλίου δὲ εἴκοσι καὶ ἑκατόν-οὗ δὴ χάριν ἀδύνατον ἄνθρωπον ἐπέκεινα τῶν τοσούτων διαζῆσαι ἐνιαυτῶν- τῆς δὲ Ἀφροδίτης δύο καὶ ὀγδοήκοντα καὶ Σελήνης ὀκτὼ καὶ ἑκατόν. τὴν δὲ ἐλαχίστην Κρόνου τριάκοντα, ∆ιὸς δυοκαίδεκα, Ἄρεος πεντεκαίδεκα, δι' ὃν καὶ τὸν κύκλον τῆς λεγομένης ἐπινεμήσεως οἱ Ῥωμαῖοι εἰς τοῦτο ἔθεντο ἀριθμοῦ, Ἡλίου ἐννεακαίδεκα, Ἀφροδίτης ὀκτώ, Ἑρμοῦ εἴκοσι καὶ Σελήνης πέντε πρὸς τοῖς εἴκοσι. τὴν δὲ μέσην Κρόνου μὲν τριῶν καὶ τεσσαράκοντα πρὸς τῷ ἡμίσει, ∆ιὸς πέντε καὶ τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Ἄρεος τεσσαράκοντα πρὸς τῷ ἡμίσει, Ἡλίου ἐννέα καὶ ἑξήκοντα πρὸς τῷ ἡμίσει, Ἀφροδίτης πέντε πρὸς τοῖς τεσσαράκοντα, Σελήνης ἓξ καὶ ἑξήκοντα πρὸς τῷ ἡμίσει. καὶ αἱ μὲν μέγισται καὶ ἐλάχισται καὶ μέσαι περίοδοι τοιαῦται, αἱ δὲ τέλειαι ἀποκαταστάσεις τῶν πλανήτων οὕτω· Κρόνος ποιεῖται τὴν ἀποκατάστασιν ἔτεσι πέντε καὶ ἑξήκοντα καὶ δια κοσίοις, Ζεὺς ἑπτὰ καὶ εἴκοσι καὶ τετρακοσίοις, Ἄρης τέσσαρσι καὶ ἐννενήκοντα καὶ διακοσίοις, Ἥλιος ἑνὶ καὶ ἑξήκοντα καὶ τετρακοσίοις καὶ χιλίοις, Ἀφροδίτη ἑνὶ καὶ πεντήκοντα καὶ ἑκατὸν καὶ χιλίοις, Ἑρμῆς ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις, Σελήνη πέντε πρὸς τοῖς εἴκοσιν, ἡ δὲ τοῦ παντὸς ἀποκατάστασις γίνεται δι' ἐτῶν μυριάδων ἑκατὸν ἑβδομήκοντα πέντε καὶ τρισχιλίοις πρὸς τοῖς διακοσίοις, καὶ τότε γίνεται σύνοδος πάντων τῶν ἀστέρων κατὰ τὴν τριακοστὴν μοῖραν τοῦ καρκίνου ἢ τὴν πρώτην τοῦ λέοντος· καὶ ἐπὶ μὲν τοῦ καρκίνου γένοιτ' ἂν κατακλυσμός, ἐπὶ δὲ τοῦ λέοντος ἐκπύρωσις, ἀλλ' οὐ καθολικὴ κατὰ τοὺς Στωικούς, μερικὴ δὲ πάντως· ἐκείνοις γὰρ δοκεῖ τὸ πᾶν αἰσθητὸν τοῖς τοιούτοις ὑπάγεσθαι καταστήμασι καὶ αἰτίαν ἀξιοῦσι διδόναι τοιάνδε, τὸ δὲ πᾶν φασι τῷ ἀπείρῳ χρόνῳ ἢ ταῖς ἐκπυρώσεσι τῶν ἐν οὐρανῷ φωστήρων ἀποξηραίνεσθαι ἢ ταῖς ἐπικλύσεσιν τῶν ὑδάτων διαχεῖσθαι καὶ διαπίπτειν ἀπὸ τῆς ἐπιπλαζούσης ὑγρότητος καὶ ἀναλύεσθαι καὶ τὸ στεγανὸν ἀπολλύειν. ἀνάγκη