ἀνδρικὸν διαπράξασθαι· ὃ παρόντος τοῦ βασιλέως οὐκ ἂν ἔχοι χώραν γίνεσθαι, αὐτοῦ δι' ἑαυτοῦ ἐπιστατοῦντος τοῖς γινομένοις καὶ πάντα καθορῶντος ὁσημέραι καὶ τοὺς πονοῦντας ἀναλόγως ἀμειβομένου τῶν καμάτων. Ὁ δὲ βασιλεὺς διά τε Κολωνείας καὶ τῶν Ἀρμενιακῶν θεμάτων μέχρι Σεβαστείας σὺν τῷ στρατεύματι διελήλυθεν. Ἐκεῖσε δὲ μαθὼν ὡς οἱ Τοῦρκοι ἐπὶ Πισιδίαν καὶ Λυκαονίαν ἐλαύνοντες ὡς εἰς σκοπὸν ἀποτείνουσι τὸ Ἰκόνιον, ὥρμησε καὶ αὐτὸς κατ' οὐρὰν ἐλαύνειν αὐτῶν μέχρι τῆς λεγομένης Ἡρακλέους κωμοπόλεως. Ἐν ᾗ καὶ μαθὼν ἤδη καταστρεψαμένους αὐτοὺς τὸ Ἰκόνιον ἀπᾶραι, δεδιότας τὴν αὐτοῦ ἐπιδίωξιν, ἀπόμοιραν μέν τινα τῶν ταγμάτων ἐπὶ Κιλικίαν ἐξέπεμψεν ἑνωθησομένην Χατατουρίῳ τῷ τῆς Ἀντιοχείας δουκί, ἀνδρὶ γενναίῳ καὶ πολλὰ ἐπιδειξαμένῳ τὰ τῆς ἀρετῆς προτερήματα πρότερον δεξαμένῳ τε εἰς Μοψουεστίαν ἀπαντῆσαι τὸ τάχος ἐκεῖσε γὰρ προσεδοκῶντο οἱ Τοῦρκοι διελθεῖν κἀκεῖ προσμένειν αὐτοὺς καὶ παντὶ τρόπῳ λυμήνασθαι. ∆ιελθόντες τοίνυν διὰ τῶν τῆς Σελευκείας ὀρέων εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα κατηκοντίσθησαν, ἔνθα παρὰ τῶν Ἀρμενίων συγκυρηθέντες πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. Οἱ δὲ πολέμιοι μαθόντες τὴν τῶν Ῥωμαίων ἐν Μοψουεστίᾳ παρεμβολήν, μηδὲ μικρὸν χρονίσαντες, διαναπαύσαντες δὲ ἑαυτοὺς ἐν τῇ Βαλτολιβάδι ὡς ἐνόν, ᾤχοντο διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος καὶ εἰς τὰ τοῦ Χάλεπ σὺν σπουδῇ ἐπελάσαντες ὅρια καὶ τὸν κίνδυνον μόλις ὑπαλύξαντες. Ἀνία δὲ κατέσχε τὸν βασιλέα ἀπρακτησάντων τῶν ἐν Μοψουεστίᾳ· καταστὰς γὰρ καὶ αὐτὸς εὐθὺ τῆς ἐν Σελευκείᾳ Κλαυδιουπόλεως, ἐπεὶ περὶ τῆς τούτων ἐμεμαθήκει φυγῆς, ἀπογνοὺς ὀπισθόρμητος γέγονεν ἐπὶ τὸ Βυζάντιον ἐπειγόμενος ὡς ἤδη λοιπὸν καὶ τοῦ μετοπώρου ἐπιστάντος, καταλιπὼν ἕτερον λαὸν ὄπισθεν διὰ τὸ καὶ ἑτέρους Τούρκους καταληίζεσθαι τὴν ῥωμαϊκὴν γῆν κατὰ φατρίας καὶ μοίρας διαιρουμένους καὶ κατατρέχοντας λωποδυτῶν τρόπον καὶ κλεπτῶν καὶ τὸ 139 προστυχὸν ἅπαν ἀφανίζοντας καὶ ληίζοντας. ∆ι' ἃ καὶ δυσχερὴς ἦν ἡ τούτων κώλυσις πάσαις ταῖς ὁδοῖς ἐφεδρευόντων, τῶν στρατευμάτων αὐτῶν καθ' αὑτὰ μεμονωμένων καὶ μὴ δυναμένων ἀντιστῆναι αὐτοῖς, τοῦ δὲ βασιλέως αὖθις μὴ οἵου τε ὄντος μερίζεσθαι, ἀλλ' ἐν ἑνὶ παρόντος τόπῳ. Εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν βασιλίδα ἐπ' οἴκου καὶ τὸ λοιπὸν στράτευμα γέγονεν, ἰνδικτιῶνος ὀγδόης ἐνισταμένης τοῦφοηʹ ἔτους, ὅτε καὶ τὸ μέγιστον ἱερὸν ἐπυρπολήθη τῶν Βλαχερνῶν ἕως ἐδάφους.
Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο παρεῖναι τῇ βασιλίδι ὁ βασιλεύς. Προκρίνας δὲ Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνὸν καὶ τοῦτον τιμήσας τῷ τοῦ κουροπαλάτου ἀξιώματι στρατηγὸν καὶ ἀρχηγὸν τοῦ στρατεύματος ἀποδείκνυσι. Τὸ δ' ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ καὶ λυπηρὰ τῇ βασιλείᾳ Ῥωμαίων συνεκύρησεν. Ἐξιὼν οὖν ὁ προβεβλημένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανημένον οὐδὲν ἢ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο, πολὺν δὲ τῶν εἰκότων λόγον ποιούμενος· τὰς γὰρ δυνάμεις συνηθροικὼς πασίρρωμος τῇ Καισαρείᾳ ἐπεφοίτησεν, οὐ τῆς εὐνομίας μόνον, ἀλλὰ καὶ τοῦ στρατοῦ φροντίζων προσηκόντως καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσεων προστίμοις κατάγχων. Πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀνεφάνη καὶ τὴν περὶ αὑτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. Πυνθανόμενος δὲ ταυτὶ ὁ κρατῶν εὐθυμεῖν μὲν ἐῴκει κρύψας δ' ἐν ἑαυτῷ τὸν φθόνον. Ὅμως δ' οὖν ἵνα τὴν τῆς Ἱεροπόλεως τάχα λύσῃ πολιορκίαν καὶ τὴν σιτοδείαν παραμυθήσηται , μοῖραν οὐκ ἐλαχίστην ἀποτεμόμενος τοῦ στρατοῦ κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν. Εἰς δὲ Σεβάστειαν παραγενομένου μετὰ τῶν ὑπολελειμμένων δυνάμεων καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος 140 ἐπῆλθέ τις πληθὺς τουρκική. Ἐξῄει γοῦν κατ' αὐτῶν ὁ κουροπαλάτης. Φαντασίαν δὲ φυγῆς παρεσχημένων τῶν πολεμίων ἐκ συνθήματος