1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

17

ἀλλ' ἕτερον ἐξ οὗ κοινὰ τὰ τῆς ὕβρεως, καὶ ἐξ οὗ κοινὰ τὰ αὐχήματα ἕτερον, ἕτερον μὲν καὶ ἕτερον λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς, κοινὰ δὲ ἑκατέρῳ ἑκάτερα τῷ τρόπῳ τῆς ἀντιδόσεως διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν. «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τουθ', ὅπερ ἴδιον ἔσχηκε»· διὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται δηλαδὴ ὡς οὐ θεότητι, ἀλλὰ τῇ συνυφεστηκυίᾳ σαρκί, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀνεληλυθέναι, ὅπου ἦν τὸ πρότερον, γέγραπται, οὐχ ᾗ τὸ πρότερον ὡς ἄνθρωπος ἦν, ἀλλ' ἔνθα ὡς θεὸς ὑπῆρχε καὶ τοῦ πατρὸς ἀδιαίρετος. Οὔτε γὰρ τὴν θεότητα παθητὴν ἢ πάσχειν σαρκὶ καταγγέλλομεν οὔτε τὴν σάρκα ἤτοι τὴν ἀνθρωπότητα προαιώνιον ὁμολογοῦμεν, ἀλλὰ τὸν ἀμφοτέρας ταύτην τε κἀκείνην ἔχοντα, ὅτε μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, ὅτε δὲ ἐξ ἑνὸς τῶν μερῶν ἐκ μὲν θεότητος θεόν, ἄνθρωπον δὲ πάλιν ἐξ ἀνθρωπότητος φάσκομεν. Καὶ θεὸν μὲν παθητόν, οὐχ ὡς θεὸν δέ, ἀλλ' ὡς καὶ ἄνθρωπον λέγομεν, παιδίον δὲ προαιώνιον οὐχ ᾗ παιδίον, ἀλλ' ὡς καὶ θεὸν καταγγέλλομεν· εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο, θεός τε καὶ ἄνθρωπος, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, πάντα φέρων τὰ τῆς θεότητος ἰδιώματα, τὴν θεότητα, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὴν κυριότητα, τὴν παντοδύναμον θέλησιν καὶ ἐνέργειαν, καὶ πᾶσαν φέρων τὴν τῆς σαρκὸς οὐσίαν ἀνελλιπῶς, ψυχήν, σῶμα, νοῦν καὶ τὰ τούτων φυσικὰ καὶ ἀδιάβλητα πάθη καὶ ἰδιώματα, τὴν αὐτεξούσιον θέλησιν καὶ ἐνέργειαν, τὴν πεῖναν, τὴν δίψαν, τὸ δάκρυον, τὴν λύπην, τὴν ἀδημονίαν, τὴν ἀγωνίαν, τὸν θάνατον. «Ὁ κύριος γάρ μου καὶ ὁ θεός μου», φησὶν ὁ Θωμᾶς, καὶ «θεὸς ἦν ὁ λόγος», καὶ «ὁ λόγος σὰρξ ἐγένετο», ὁ θεολόγος εἶπεν ἐν πνεύματι, καὶ «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ «θέλω καθαρίσθητι», καὶ «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Ταῦτα καὶ τὰ τοιαῦτα καὶ ἡ τῶν θεοσημειῶν δύναμις τὴν θείαν αὐτοῦ ἀνακηρύττει φύσιν τε καὶ ἐνέργειαν. 82 Εἶτα «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν», καὶ «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα», καὶ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καὶ «εἰσελθὼν εἰς οἰκίαν ἠθέλησεν, ἵνα μή τις γνῷ, καὶ οὐκ ἠδυνήθη λαθεῖν», καὶ «πάτερ, μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Καὶ ἡ κλάσις δὲ τῶν ἄρτων καὶ ἡ βάδισις καὶ ἡ ἐπὶ σταυροῦ τῶν χειρῶν ἔκτασις καὶ ἡ νόησις καὶ ἡ ζωτικὴ θρεπτική τε καὶ αὐξητικὴ καὶ αἰσθητικὴ δύναμις παρίστησι τὴν ἀνθρωπίνην ἐνέργειαν, καὶ τὸ «ὕστερον ἐπείνασε», καὶ τὸ ἐπὶ Λαζάρῳ δάκρυον καὶ τὸ «διψῶ», καὶ «νῦν ἡ ψυχή μου τετάρακται», καὶ «περίλυπός εἰμι ἕως θανάτου», καὶ «ἤρξατο λυπεῖσθαι καὶ ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν», καὶ «πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, καὶ τοῦτο εἰπὼν ἐξέπνευσεν.» Ἆρ' οὐ σαφῶς, ὥσπερ τὰ πρότερα μαρτυρεῖ τὴν θεότητα, οὕτω καὶ ταῦτα τὴν αὐτοῦ ἀνθρωπότητα καὶ τὸ τῶν φύσεων διάφορον καὶ ἀσύγχυτον; Πῶς γὰρ ταῦτά τε κἀκεῖνα ἐπὶ μιᾶς λεχθήσεται φύσεως; 83 Θεὸς τοιγαροῦν ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος, θεὸς κατὰ φύσιν καὶ ἄνθρωπος κατὰ φύσιν, ἐν θεότητι τέλειος καὶ ἀνελλιπὴς ἐν ἀνθρωπότητι· εἰ γὰρ καὶ κατ' οἰκονομίαν γέγονεν ἄνθρωπος, ἀλλὰ φύσει γέγονεν ἄνθρωπος· ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅλος θεὸς καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς ὑπερουσίου θεότητος αὐτοῦ. Φαμὲν καὶ τοῦτο δηλοῦντα τὸν θεολόγον Γρηγόριον εἰρηκέναι· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «τολμῶ λέγειν ὁμόθεον.» Ὡς γὰρ τὴν σάρκωσιν ἄνευ τροπῆς τοῦ λόγου καὶ μεταβολῆς οἴδαμεν, οὕτω καὶ τὴν θέωσιν. «Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ' αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ,