1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

17

85 Ἀγνοῆται, οἱ καὶ Θεμιστιανοί, οἱ ἀγνοεῖν ἀσεβῶς καταγγέλοντες τὸν Χριστὸν τὴν ἡμέραν τῆς κρίσεως καὶ δειλίαν αὐτοῦ καταγράφοντες. Οὗτοι δὲ ἀπόσχισμα τῶν Θεοδοσιανῶν εἰσιν· ὁ γὰρ Θεμίστιος, ὃς ἐγένετο αὐτῶν αἱρεσιάρχης, μίαν ἐπὶ Χριστοῦ φύσιν σύνθετον ἐπρέσβευεν. 86 Βαρσανουφῖται, οἱ καὶ Σεμιδαλῖται, σύμφρονες μὲν τῶν Γαϊανιτῶν καὶ τῶν Θεοδοσιανῶν, ἔχουσι δέ τι καὶ πλέον· σεμίδαλιν γὰρ προστιθέασι τοῖς ἀπὸ ∆ιοσκόρου δῆθεν προσκομισθεῖσι καὶ τῷ ἄκρῳ δακτύλῳ ἐφαπτόμενοι γεύονται τοῦ ἀλεύρου καὶ τοῦτ' ἀντὶ μυστηρίου δέχονται προσκομιδὴν καθόλου μὴ ποιούμενοι. Ἐάσαντες γὰρ τάς, ὡς εἴρηται, ∆ιοσκόρου κοινωνίας προστιθέασι τὴν σεμίδαλιν, καθότε δαπανηθείη παρὰ βραχύ, καὶ τοῦτ' αὐτοῖς ἀντὶ κοινωνίας λελόγισται. 87 Ἡϊκέται, οἵτινες ἀσκηταὶ μὲν ὑπάρχουσιν, ὀρθόδοξοι ἐν τοῖς ἄλλοις ἅπασιν ὄντες, συναγόμενοι δὲ ἅμα γυναιξὶν ἀσκητρίαις ἐν μοναστηρίοις ὕμνους τῷ θεῷ προσφέρουσι μετὰ χορείας τινὸς καὶ ὀρχήσεως, μιμούμενοι ὡσανεὶ τὸν χορὸν ἐκείνων ἐπὶ Μωσέως συστάντα ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων τῇ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γεγονυίᾳ. 88 Γνωσιμάχοι, οἱ πάσῃ γνώσει τοῦ χριστιανισμοῦ ἀντιπίπτοντες ἐν τῷ λέγειν αὐτούς, ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις γραφαῖς· οὐδὲν γὰρ ἄλλο ζητεῖ ὁ θεὸς παρὰ χριστιανοῦ εἰ μὴ πράξεις καλάς. Ἀγαθὸν οὖν ἐστι μᾶλλον ἁπλουστέρως τινὰ πορεύεσθαι καὶ μηδὲν δόγμα γνωστικῆς πραγματείας πολυπραγμονεῖν. 89 Ἡλιοτροπῖται, οἱ τὰς λεγομένας ἡλιοτροπίους βοτάνας ταῖς ἀκτῖσι τοῦ ἡλίου συμπεριφερομένας λέγοντες δύναμίν τινα θείαν ἔχειν, τὴν τὰς τοιαύτας περιφορὰς ἐργαζομένην ἐν αὐταῖς, καὶ ὡς διὰ τοῦτο τιμᾶν αὐτὰς ἐθέλοντας, μὴ συνιέντες τὴν μηνυθεῖσαν κίνησιν αὐτῶν φυσικήν τινα ὑπάρχειν. 90 Θνητοψυχῖται, οἱ τὴν ἀνθρωπείαν ψυχὴν εἰσάγοντες ὁμοίαν τῆς τῶν κτηνῶν καὶ τῷ σώματι λέγοντες συναπόλλυσθαι αὐτήν. 91 Ἀγονυκλῖται, οἱ ἐν παντὶ καιρῷ τῶν προσευχῶν αὐτῶν γόνυ μὴ θέλοντες κλίνειν, ἀλλ' ἑστῶτες ἀεὶ τὰς προσευχὰς ποιούμενοι. 92 Θεοκαταγνῶσται, οἱ καὶ Βλάσφημοι, οἱ ἔν τισι λόγοις καὶ πράγμασι τοῦ δεσπότου ἡμῶν θεοῦ τῶν τε ἀνακειμένων αὐτῷ ἁγίων προσώπων καὶ τῶν θείων γραφῶν πειρώμενοι καταγινώσκειν, τολμηροί τινες καὶ βλάσφημοι ὑπάρχοντες. 93 Χριστολύται, οἱ λέγοντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸ ἔμψυχον σῶμα αὐτοῦ κάτω λελοιπέναι καὶ γυμνῇ τῇ θεότητι ἀνεληλυθέναι εἰς τοὺς οὐρανούς. 94 Ἐθνόφρονες, οἱ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐπακολουθοῦντες, χριστιανοὶ τἄλλα ὑπάρχοντες, οἵτινες παρεισάγουσι γένεσιν καὶ τύχην καὶ εἱμαρμένην, πᾶσάν τε τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν παραδεχόμενοι καὶ πᾶσαν μαντείαν καὶ ὀρνιθοσκοπίαν, καὶ οἰωνισμοῖς καὶ ἀποτροπιασμοῖς καὶ κληδονισμοῖς καὶ τερατοσκοπίαις καὶ ἐπαοιδαῖς καὶ τοῖς ὁμοίοις αὐτῶν καὶ ἑτέροις μύθοις ἀσεβῶν τῇ τε λοιπῇ συνηθείᾳ τῶν ἐθνῶν προσανέχοντες καὶ ἑορτάς τινας Ἑλληνικὰς τιμῶντες ἡμέρας τε αὖθις καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηρούμενοι. 95 ∆ονατικοί, ἀπὸ ∆ονάτου τινὸς ἐν τῇ Ἀφρικῇ ἐναρξάμενοι, τοῦ παραδεδωκότος αὐτοῖς ὀστοῦν τι, ἐπὶ τῆς χειρὸς αὐτῶν κρατοῦντας τοῦτο πρότερον ἀσπάζεσθαι καὶ τηνικαῦτα τῆς προσφορᾶς τῶν ἁγιασμάτων μετέχειν, ἡνίκα μέλλει ταῦτα προσκομίζεσθαι. 96 Ἠθικοπροσκόπται, οἱ ἐν τῇ ἠθικῇ ἤγουν πρακτικῇ προσκόπτοντες καὶ ἔνια