Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ χρυσοῦ λίτρας εἴκοσι. ∆έδωκεν δὲ καὶ αὐτὸς εἰς λόγον δαπανημάτων ἀνὰ δράκαν μίαν, ἅπερ εὑρέθησαν ἀνὰ νομισμάτων πεντήκοντα. Πολλὰ δὲ καὶ αὐτὸν εὐλογήσαντες ἐξῆλθον. Ἐποιήσαμεν δὲ ἐν τῇ πόλει ἄλλας ἡμέρας τρεῖς ἕως οὖ ἐλάβομεν τὴν ληγατιῶνα τῶν τεσσαράκοντα λιτρῶν, καὶ μετὰ τρεῖς ἡμέρας ἐμβαλόμενοι, ἐπλεύσαμεν τῇ κατὰ Γαζαίους Ξανθικοῦ τρίτῃ καὶ εἰκάδι, κατὰ δὲ Ῥωμαίους Ἀπριλλίου ὀκτωκαιδεκάτῃ. Ὁ δὲλαμπρότατος Κυνήγιος μεθ' ἡμᾶς ἐξῆλθεν, χρησάμενος τῷ δημοσίῳ δρόμῳ.
55 Ἐφθάσαμεν δὲ τὴν Ῥόδον δι' ἡμερῶν πέντε. Ἐγένετοδὲ ἡμῖν σπουδὴ ἀπελθεῖν πρὸς τὸν ἐν ἁγίοις Προκόπιον τὸν ἀναχωρητήν, καὶ πολλὰ παρακαλεσάντων ἡμῶν τὸν ναύκληρον ἐνδοῦναι ἡμῖν ὥρας τρεῖς, οὐκ ἐνδέδωκεν λέγων ὅτι Τοιοῦτον ἄνεμον οὐκ ἔχω εὑρεῖν ἐπιτήδειον. Ἡμεῖς δὲ αὐτῷ ἐλέγομεν ὅτι ∆ύνανται αἱ εὐχαὶ τοῦ ἁγίου ἀνδρὸς καὶ σῶσαι ἡμᾶς καὶ ἄνεμον ἐπιτήδειον δοῦναι ἡμῖν. Ὁ δὲ ναύκληρος ἐσκληρύνετο καὶ οὐκ ἐδέχετο ἡμῶν τὴν αἴτησιν, ἀλλ' ὑδρευσάμενοι ἀνήχθημεν. Ἐλυπούμεθα δὲ σφόδρα ἀποτυχόντες τοιαύτης συντυχίας. Ἐδεόμεθα οὖν αὐτοῦ διὰ προσευχῆς συγγνῶναι ἡμῖν καὶ εὔξασθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν καὶ τελειώσωμεν τὸ ἔργον ὃ ἐνεχειρίσθημεν.
56 Πλεύσαντες δὲ ἐκ τῆς Ῥόδου καὶ εὐπλοήσαντες ἐπὶ ἡμέρας δύο εὐδίας οὔσης, ἄφνω κινεῖται χειμών, ἄνεμοί τε καὶ ἀστραπαὶ καὶ βρονταὶ καὶ τρικυμίαι, καὶ ἐκορυφοῦτο τὰ κύματα καὶ ἐγίνετο ὡς ὄρη ὑψηλά, καὶ ὑψοῦτο τὸ πλοῖον ὡς ἡμᾶς νομίζειν φθάνειν τὰ νέφη. Ἦσαν δὲ κραυγαὶ καὶ δάκρυα καὶ δεήσεις πρὸς τὸν θεόν. Ἐπεκαλούμεθα δὲ καὶ τὰς εὐχὰς τοῦ ὁσίου Προκοπίου τοῦ ἀναχωρητοῦ. Καὶ γενομένης ἑσπέρας καὶ τοῦ χειμῶνος μὴ κοπάσαντος, ἄγρυπνοι διεμείναμεν πᾶσαν τὴν νύκταν ἐκείνην. Περὶ δὲ τὸν ὄρθρον ἐκ τῆς πολλῆς θλίψεως, μικρὸν ὕπνωσαν οἱ ὁσιώτατοι ἐπίσκοποι, καὶ ὁρᾷ κατὰ τοὺς ὕπνους ὁ ἐμὸς κύριος Πορφύριος τὸν ἐν ἁγίοις Προκόπιον τὸν ἀναχωρητὴν λέγοντα αὐτοῖς· Τὸν ναύκληρον κατηχήσατε καὶ ἀνασφραγίσατε (ἔστιν γὰρ τῆς Ἀρείου μυσαρᾶς αἱρέσεως) καὶ παρασκευάσατε αὐτὸν ἀναθεματίσαι Ἄρειον καὶ τὴν κακοπιστίαν αὐτοῦ, καὶ εὐθέως παύεται ὁ τοσοῦτος κλύδων. ∆ιὰ γὰρ τὸ εἶναι αὐτὸν τῆς εἰρημένης αἱρέσεως οὐ συνεχώρησεν ὑμῖν παραγενέσθαι πρός με. Ὅμως γε κατηχήσατε αὐτόν· δέξασθαι γὰρ ἔχει παρ' ὑμῶν τὸν ὀρθὸν λόγον.
57 Ταῦτα ἀκούσας ὁ ἡμέτερος ὅσιος Πορφύριος διυπνίσθη, καὶ προσκαλεσάμενος ἡμᾶς διηγήσατο τὰ ἐν τῷ ὕπνῳ. Εὐθέως δὲ καλέσαντες τὸν ναύκληρον εἴπαμεν αὐτῷ· Θέλεις σωθῆναί σου τὸ πλοῖον καὶ πάντας ἡμᾶς καὶ πρό γε πάντων τὴν ἑαυτοῦ ψυχήν; Ὃ δέ φησιν· Εἰς τοῦτο οὔ τε ἔστιν ἐρωτῆσαι. Εἶπαν δὲ αὐτῷ οἱ ἐπίσκοποι· Ἄρνησαι τὴν κακοπιστίαν σου καὶ πίστευσον εἰς τὴν ὀρθὴν καὶ καθολικὴν πίστιν, καὶ σῴζῃ σὺ καὶ τὸ πλοῖον καὶ πάντες ἡμεῖς· Λέγει αὐτοῖς ὁ ναύκληρος· Ἐπειδὴ ὁρῶ ὑμᾶς ἔχοντας πρόγνωσιν (κατελάβετε γὰρ τὰ ἐν τῇ καρδίᾳ μου τινὸς μὴ ἀπαγγείλαντος ὑμῖν), ἰδοὺ λέγω ὑμῖν· πιστεύω ὡς πιστεύετε καὶ ἀρνοῦμαι τὴν αἵρεσιν Ἀρείου καὶ αὐτὸν τὸν Ἄρειον. Παρακαλῶ δὲ ὑμᾶς κατὰ σχολὴν φωταγωγῆσαί με ἐκ τῶν ἁγίων γραφῶν εἰς τὴν ὀρθὴν πίστιν. Οἱ δὲ ὅσιοι ἐπίσκοποι λαβόντες ἀνεσφράγισαν αὐτόν, ποιήσαντες ἐπ' αὐτῷ εὐχήν· μετέδωκαν δὲ αὐτῷ καὶ ἐκ τῶν θείων μυστηρίων. Ἐν τούτῳ δὲ καὶ ὁ κλύδων ἐπαύσατο, καὶ πρὸς ἑσπέραν ἐτράπη ὁ ἄνεμος, καὶ ἐπλέομεν ἐπιτηδείως, καὶ ποιήσαντες ἐν τῷ πελάγει ἄλλας ἡμέρας τέσσαρας, τῇ πέμπτῃ ὄρθρου κατεπλεύσαμεν εἰς τὸ παράλιον μέρος τῆς Γαζαίων, ὃ καλοῦσιν Μαϊουμᾶν.
58 Ὡς δὲ ἀπέβημεν, γνόντες οἱ ἐκεῖσε Χριστιανοί, ἐδέξαντο ἡμᾶς μετὰ ψαλμῳδίας, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τῆς πόλεως, ὡς ἤκουσαν, ὑπήντησαν ἡμῖν, ἔχοντες