ὁδὸς μὲν γάρ ἐστιν ἐπὶ τὸν λόγον εἴ τις ἄλλη κίνησις καὶ ἡ παθητική· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὸ εἶδος, ἵσταται καὶ παύεται πάσχον τε καὶ ἀλλοιούμενον. οὕτως οὖν ἡ αὐτὴ θερμότης, ὅταν μὲν ἐν τῷ ἀλλοιοῦσθαι μεταβάλῃ, φανεῖται πάθος ἢ παθητικὴ ποιότης· ὅταν δὲ στῇ κατὰ τὸ εἶδος τῆς θερμότητος καὶ ψύξεως, ὁρίζεται ἐν τῷ τῆς διαθέσεως εἴδει. καὶ τῶν ἐν τῇ ψυχῇ φυσικῶν παθῶν τὰ μὲν πάθη, τὰ δὲ παθητικαὶ ποιότητες· καὶ οὐ δεῖ τῆς ψυχῆς ἐξοικίζειν ταύτας. ὥστε αἱ μὲν θερμάνσεις καὶ καταψύξεις, ὡς ἐν κινήσει φερόμεναι, πάθη καὶ παθητικαὶ ποιότητες, τὸ δὲ θερμὸν καὶ ψυχρὸν τὰ ἐπίκτητα ἕξεις καὶ διαθέσεις. ὁ δέ γε Πορφύριος τοῦ μὲν ἔχοντος σώματος τὴν θερμότητα καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι αὐτὸ δὴ τοῦτο, τὸ θερμόν, διάθεσιν ὀνομάζει, τοῦ δὲ θερμαινομένου ὡς μὴ δύνασθαι ἄλλο θερμᾶναι πάθος. ὥστε πάθους μέν ἐστιν ἐπίτασις ἡ διάθεσις, ἐπίτασις δὲ διαθέσεως ἡ ἕξις. Ἔστι δὲ ἡ μὲν γενικὴ διάθεσις, ἡ δὲ εἰδική, καὶ ἡ μὲν εὐκίνητος, ἡ κατὰ τὸ εἶδος θεωρουμένη, ἡ δὲ γενικὴ καὶ ταῖς δυσκινήτοις ὑπάρχει καὶ ταῖς εὐκινήτοις. δυσκίνητος δὲ ἀρετὴ λέγεται νῦν ἡ τελεία καὶ ἀπηρτισμένη τοῖς ὅλοις. καὶ τῆς θερμότητος διχῶς λεγομένης, τῆς μὲν συμφύτου, τῆς δὲ ἐπικτήτου, εὐκίνητον θερμότητα ὁ Ἀριστοτέλης τὴν ἐπίκτητον καλεῖ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ψύξεως. οὔτε γὰρ τὴν τοῦ πυρὸς θερμότητα οὔτε τὴν τῆς χιόνος ψυχρότητα ὑποληψόμεθα ἐνταῦθα, ἀλλὰ τὴν τοῦ ὕδατος ἢ ἄλλου σώματος μεταβολὴν εἰς ἀμφότερα ταῦτα. Ἡ τοίνυν ἕξις οὐκ ἄλλη τίς ἐστι τῆς διαθέσεως πλὴν τῷ προσειληφέναι τὸ μόνιμον καὶ δυσκίνητον. ἡ δὲ φυσικὴ ἐπιτηδειότης διττή ἐστιν, ἡ μὲν ἁπλῆ, ἡ δὲ κατὰ προκοπήν τινα θεωρουμένη, ἣν ἐν τῷ λόγῳ ὁ Ἀριστοτέλης παρέλαβεν. εἰπὼν δὲ ὁ φιλόσοφος ἐν τῷ λόγῳ τῆς ποιότητος «ἢ ὁπωσοῦν ἄλλως ἀπ' αὐτῶν», τοῦτό φησιν, ὅτι μὴ κεῖνται πάσαις ταῖς ποιότησιν ὀνόματα ὡς ἐπὶ τῶν φυσικῶν δυνάμεων, καὶ ἐπὶ τῆς συνηθείας μὴ ἐχούσης ἐν χρήσει τὸ ἕτερον, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ ἐναρέτου. ἔστι δὲ ὅπου τῇ μὲν ἕξει κεῖται ὄνομα, ὡς τῇ ἀρετῇ, τῷ <δὲ> κατ' αὐτὴν ποιῷ οὐκέτι. ἐπὶ ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ὀνομάτων σημασίαι· ὁ γὰρ δίκαιος κατὰ μὲν τὸ ὄνομα ἀπὸ τῆς δίκης παρωνόμασται, κατὰ δὲ τὰ πράγματα ἀπὸ τῆς δικαιοσύνης. 9 Περὶ τῶν πρός τι καὶ σχήματος καὶ χρώματος καὶ μορφῆς καὶ περὶ δυνάμεως καὶ ἀδυναμίας. Τοῦ Πλάτωνος ὁρισαμένου τὰ πρός τι καὶ εἰρηκότος ὅτι «αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται», ἐρωτᾷς τίς ὁ ἀντεπενεχθεὶς περὶ τούτων ὅρος τοῦ Ἀριστοτέλους, ὅτι «ἐστὶ τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν», καὶ τίς ἡ διαφορὰ τοῖν δυοῖν τούτοιν ὅροιν, καὶ διὰ τί τοῦ πρώτου ὁρισμοῦ καλῶς ἔχοντος τὸν δεύτερον ὁ φιλόσοφος ἀντεπήνεγκε. Φημὶ γοῦν ὅτι πολὺ τὸ διάφορον τοῦ λέγεσθαι καὶ τοῦ εἶναι. ὁ μὲν οὖν Πλάτων «αὐτά» φησιν «ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται», ὁ δὲ Ἀριστοτέλης «οἷς τὸ εἶναι» φησί «ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν», οὐκέτι τὸ λέγεσθαι πρὸς ἕτερον, ἀλλὰ τὸ εἶναι τοῖς πρός τι ἀποδιδούς. τὸ μὲν γὰρ λέγεσθαι τὴν οὐσίαν αὐτῶν οὐ δηλοῖ, τὸ δὲ εἶναι πρὸς ἕτερον αὐτὴν τὴν οὐσίαν παρίστησι· καὶ τὸ μὲν λέγεσθαι καὶ μέρεσί τισι τῶν οὐσιῶν συμβέβηκε, τὸ δὲ εἶναι τοῖς πρός τι μόνοις. διὸ ἡ κεφαλὴ λέγεται μέν τινος, ἐπεὶ δὲ οὐκ ἔστι τὸ εἶναι αὐτῆς ἐν σχέσει τοῦ πρὸς ὃ λέγεται, οὐκ ἂν εἴη τῶν πρός τι ἡ κεφαλή. εἰ γὰρ καὶ ἄλλων λέγεται, ἀλλὰ πρῶτόν ἐστι καθ' ἑαυτήν· τὰ δὲ πρός τι οὐκ ὄντα τι ἄλλο καθ' αὑτά, ἔπειτα πρός τι λέγεται, ἀλλ' αὐτὸ τὸ εἶναι ἐν τούτῳ ἔχει, ἐν τῷ πρὸς ἕτερόν πως ἔχειν. ἡ δὲ κεφαλὴ ὡς μὲν οὐσία καθ' αὑτὴν οὐκ ἔστι τῶν πρός τι, ὡς