δὲ τοιαῦται δυνάμεις ἐφίενται ἁπλῶς καὶ ἀνεπαισθήτως. Τί οὖν; τρεῖς ψυχὰς ἔχομεν; λύσις· ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι δοκεῖ ἕν τι εἶναι, οὕτω καὶ τῇ ἀλόγῳ καὶ τῇ φυτικῇ ἑνωθεῖσα μίαν συνάφειαν ποιεῖ· ἐξῆπται γὰρ τῆς λογικῆς ἡ ἄλογος καὶ ταύτης ἡ φυτική. ἡ μὲν ἄλογος ἀκούει λόγου, ὡς τὸ «τέτλαθι κραδίη, ἐπεὶ κύντερον ἄλλο ποτ' ἔτλης», ἡ δὲ φυτικὴ οὐδαμῶς, καὶ διὰ τοῦτο πορρωτέρω τῆς λογικῆς. εἰ δὲ καὶ τὴν θρεπτικὴν μετριωτέραν ποιοῦμεν ἢ τὴν γεννητικήν, πλὴν οὐκ αὐτὴν <τὴν> δύναμιν ἀλλὰ τὴν ἐπιθυμίαν. Τὴν ψυχὴν οἱ μέν φασιν ἀσώματον, οἱ δὲ σῶμα, καὶ τούτων οἱ μὲν ἁπλοῦν, οἱ δὲ σύνθετον, καὶ τούτων οἱ μὲν ἐκ συνημμένων, οἱ δὲ ἀσυνάπτων. τῶν δὲ ἁπλοῦν οἱ μὲν αἰθέριον ἤγουν οὐράνιον, ὡς Ἡρακλείδης ὁ Ποντικός, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος (ὅθεν καὶ πυρίαν αὐτὴν καλεῖ), οἱ δὲ ἀερίαν, ὡς Ἀναξιμένης καί τινες τῶν Στωικῶν, οἱ δὲ δι' ὕδατος, ὡς Θαλῆς καὶ Ἵππων ὁ ἄθεος. τῶν δὲ σύνθετον οἱ μὲν ἐξ ἀσυνάπτων, ὡς ∆ημόκριτος καὶ Λεύκιππος οἱ τὰ ἄτομα εἰσάγοντες (ἐκ γὰρ σφαιρικῶν σχημάτων τεθῆναι ταύτην ἔλεγον), οἱ δὲ <ἐκ> συναπτῶν, ὡς ὁ εἷς τῶν ἕνδεκα Κριτίας (αἷμα γὰρ ἔλεγεν). τῶν δὲ ἀσώματον οἱ μὲν χωριστὴν τῶν σωμάτων, οἱ δὲ ἀχώριστον. καὶ τῶν ἀχώριστον οἱ μὲν τὸν λόγον τῆς κράσεως, οἷον ἐὰν διπλάσιον πῦρ ἢ ἡμιόλιον μιχθῇ τῷ ὕδατι ποιεῖ ψυχήν· οἱ δὲ ἐντελέχειαν, ἥτις ἐστὶν τελειότης καὶ εἶδος τοῦ ὑποκειμένου τὸ γινόμενον ἐκ τοιᾶσδε συνθέσεως τῶν στοιχείων. τῶν δὲ χωριστὴν οἱ μὲν καὶ τὰς τρεῖς χωριστάς, ὡς Νουμήνιος, <ἔ>φασαν· οἱ δὲ ἀχώριστον καὶ διὰ τοῦτο θνητήν, ὡς καὶ ὁ Ἀλέξανδρος ὁ Ἀφροδισιεύς· οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν, τὰς δ' ἄλ33 λας ἀχωρίστους· ἄλλοι τὴν φυτικὴν μόνην, τὴν δ' ἄλογον τούτου μὲν χωριστήν, ἄλλου δὲ σώματος τοῦ πνευματικοῦ ἀχώριστον· ταύτην τὴν δόξαν Ἀριστοτέλης καὶ Πλάτων ἐπρέσβευσαν. Ὅτι ἡ ψυχὴ οὐ σῶμα, δῆλον ἐντεῦθεν. τὸ σῶμα διαιρετὸν εἰς ἄπειρα καὶ δέεται τοῦ συνέχοντος, ὅ ἐστιν ἡ ψυχή. εἰ γοῦν καὶ αὕτη σῶμα, δεηθείη ἂν ἑτέρου συνέχοντος, καὶ τοῦτο ἐπ' ἄπειρον. ἀνάγκη ἄρα τὴν συνεκτικὴν δύναμιν ἀσώματον εἶναι. ἔτι εἰ ἡ αἴσθησις ἡ χείρων τῶν γνωστικῶν δυνάμεων ἀσώματος, μᾶλλον αἱ κρείττους. ὅτι δὲ ἡ αἴσθησις ἀσώματος, δῆλον ἐντεῦθεν. οὐδὲν σῶμα κατὰ τὸ αὐτὸ μόριον ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναντίων ἐστὶν ἀντιληπτικόν, ἡ δὲ αἴσθησις δύναται τοῦτο καὶ ἐν ταὐτῷ διακρῖναι τὸ λευκὸν καὶ τὸ μέλαν ἀμερῶς· καὶ λοιπὸν ἀσώματος. οὐ γὰρ κατ' ἄλλο ἂν εἴπῃς καὶ ἄλλο μέρος· τὸ γὰρ κρῖνον ἓν καὶ τὸ αὐτὸ ὀφείλει εἶναι. καὶ ἡ φαντασία ἀσώματος· φυλάττει γὰρ καὶ τοὺς νῦν καὶ τοὺς προτέρους τύπους. εἰ γὰρ ἦν σῶμα, τάχ' ἂν ἠφάνιζε τοὺς προτέρους ὡς ὁ κηρός. καὶ οἱ φυσικοὶ λόγοι ἀμερεῖς καὶ ἀσώματοι· ἐν ἑκάστῳ γὰρ μορίῳ οἱ αὐτοὶ λόγοι καὶ ἐν τῷ παντὶ σπέρματι, οἱ θρεπτικοὶ καὶ διαπλαστικοί. ὥσπερ δὲ τὸ πᾶν σπέρμα εἰ δεχθῇ <ὑπὸ> τῆς μήτρας ζῷον ἀποτελεῖ, οὕτω καὶ τὸ μόριον· ἀμερίστως ἄρα ἐν ἑκάστῳ μορίῳ <καὶ> ἀσωμάτως. καὶ ὥσπερ ἐν τῷ ὅλῳ δένδρῳ ἡ φυτικὴ δύναμις, οὕτω καὶ ἐν τῷ κλάδῳ. πόθεν οὖν τὰ τέρατα, εἰ μὴ παρὰ τὸ ἐνδεῖν καὶ πλεονάζειν τὸ σπέρμα; λύσις· ἡ ὕλη ἐστὶν αἰτία ἧς δεῖ κατὰ τὸ ποσὸν καὶ ποιόν. ἁπλῶς οὖν εἰ καὶ αἱ δυνάμεις αὗται ἀσώματοι, δέονται συμμετρίας ποσοῦ καὶ ποιοῦ, ἐπεὶ καὶ ὁ κύκλος ἀσώματος, ἀλλὰ δέεται εἰς σύστασιν ποιοῦ τινος καὶ ποσοῦ· οὐκ ἂν γὰρ συσταίη εἰ μὴ ἐπιλάβοιτο ὑποκειμένου μεγέθει καὶ ποιότητι, ἤγουν οὐκ ἂν συσταίη ἢ ἐν ὑγρῷ ἢ ἐν ἀκαριαίῳ σώματι. εἰ γὰρ ἦσαν σώματα, <οὔτε> ἐν τῷ ἀποτμηθέντι κλάδῳ ὅλαι ἂν ἦσαν, καὶ τὸ δένδρον κολοβὸν ἂν ἦν. εἰ δέ τις εἴπῃ ὅτι «σώματά εἰσι ὁμοιομερῆ δι' ὅλου ἥκοντα, τῶν δὲ ὁμοιομερῶν τὸ αὐτὸ εἶδος ἐν τῷ μέρει καὶ ἐν τῷ ὅλῳ», λύσις· ἀλλὰ σῶμα διὰ σώματος οὐ χωρεῖ. ὅτι δὲ ἡ λογικὴ ἀσώματος, δῆλον. οὐδὲν τῶν σωμάτων αὐτὸ ἑαυτὸ γινώσκει, αὕτη δὲ ἑαυτὴν γινώσκει, αὕτη εὑρίσκει καὶ εὑρίσκεται. ἔτι αἱ ἐν ὑποκειμένῳ τῷ σώματι αἰσθήσεις