πάντων ὁμοίως καταπεφρόνηκεν, καίτοι ὥσπερ τοῖς ὠσὶν αὐτοῦ ἐφεστηκὼς ὁ νόμος ἐβόα· "μηδεὶς τὰ βέβηλα διδασκέτω ἢ μανθανέτω". καὶ πάλιν ἑτέραν ἠφίει φωνήν' "αἱρετικὸς δὲ πᾶς, ὃς καὶ μικρῷ ὑποδείγματι παρὰ τὸ τῆς καθολικῆς ἐκκλησίας δόγμα ἢ τῆς εὐθείας ἐφάνη παρατραπείς." ἀλλ' ὁ μὲν ὑπερηχεῖ τούτῳ τὴν οἰκείαν φωνήν, τῷ δὲ ἐβέβυστο τὰ ὦτα ὥσπερ ὑπὸ κυψέλῃ παχείᾳ καὶ οὐδεὶς τῶν λόγων εἰσέρρει παρὰ τὴν μήνιγγα, ἀλλ' αὐτοῦ που ἐθυραύλει ἐνειλούμενος τῇ τοῦ αἰσθητηρίου κοιλότητι. ὅθεν τὰ βέβηλα μανθάνων ἐδίδασκε καὶ ὁρῶν ἀπεθαύμαζε, καὶ τὴν τῶν πνευμάτων ἐνέργειαν, μᾶλλον δὲ πλάνην καὶ τερατείαν, θείαν ἡγεῖτο ὀμφὴν καὶ τὴν μαντικὴν πομπείαν λατρείαν ἡγεῖτο πνευματικὴν καὶ τὴν βέβηλον τελετὴν ἔντιμον ἑορτὴν, καὶ οὐ βραχεῖ τῷ ὑποδείγματι δόγματός τινος τῆς ἐκκλησίας ἀποπεπλάνητο, ἀλλὰ τὸ τῆς εὐσεβείας ἄπαν σχῆμα μετήμειψεν, οὐ τῆς εὐχῆς τὸ εἶδος ἀλλάξας οὐδὲ τὴν περιβολὴν μεταθείς, ἀλλ' Ἑλληνικοῖς νομίμοις προσθέμενος καὶ ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὴν σκηνὴν μεταθέμενος. καὶ ὁ μὲν νόμος καὶ πᾶσι μὲν αἱρετικοῖς τόπον προσευχῆς ἀποκλείει, τοῖς δέ γε Μανιχαίοις καὶ μάλιστα, οὓς δὴ καὶ πάσης ἐξελᾷ πόλεως. ὁ δὲ τὴν ἀρχὴν αὐτοῖς τῆς πλάνης ἀνανεοῖ, τὸ γυναικεῖον τοῦ Μοντανοῦ πνεῦμα ἀναπλασάμενος καὶ ὥσπερ ὁ Πεισίστρατος τοῖς τυραννουμένοις τὸ προσωπεῖον ἐπιφέρων τῆς Ἀθηνᾶς. Καὶ τί δεῖ με πάντας μετατιθέναι τοὺς νόμους ἐν τῷ μεμετρημένῳ τούτῳ ξυγγράμματι, οὓς δὴ καὶ πολλοὺς καὶ πολλαχοῦ τῶν βιβλίων οἱ νομοθετήσαντες ἔθεσαν; ἐγὼ γοῦν ὑμῖν ἐκ κοινῆς διομολογίας διεφθαρμένον αὐτὸν ἐν τοῖς κατὰ Χριστὸν λόγοις παρέστησα, ὑμεῖς δὲ τὰς στήλας θεᾶσθε, ἵν' εἰδῆτε οἷα δὴ ἐνσεσήμανται ταύταις κατὰ τῶν οὕτως ὑπειλημμένων ἐς πόδας ἐκ κορυφῆς γράμματα. μήποτ' οὖν ὁ μὲν πολιτικὸς νόμος πικρός ἐστιν καὶ αὐθέκαστος, ὁ δέ γε ἱερατικὸς οἷον, ἐλαίου ῥεῦμα ῥέων ἀψοφητί; ἀλλ' οὗτός γε καὶ μάλιστα βαρύτερος ἐκείνου πολὺ καὶ περὶ μὲν τὴν ἀκρίβειαν τῶν ἐθῶν λεπτότερος, περὶ δὲ τὴν ἐπαγωγὴν τῆς τιμωρίας ἀποτομώτερος. τῷ γοῦν ἐπισκόπῳ μητέρα ἢ ἀδελφὴν μόλις που συγχωρεῖ, οὕτως ἐξακριβοῖ τοῦτον. ἀλλ' ὁ ἡμέτερος καὶ μέγας ποιμὴν ἧττον τοῦ κανόνος πεφροντικὼς τῇ καινῇ Ἐριφύλῃ καὶ νέᾳ Σαπφοῖ ἢ ∆ιοτίμᾳ ἢ Ἀσπασίᾳ ἢ Πυθαγορικῇ Θεανοῖ ἀνέδην προσῄει, μᾶλλον δ' ἐκείνην ἐντὸς τῶν ἑαυτοῦ ἀδύτων πεποίητο βιαζόμενος, ὥσπερ τὴν ἐγγαστρίμυθον ὁ Σαούλ, οὐ τὸν Σαμουὴλ ἀνενεγκεῖν κάτωθεν-ἧττον γὰρ ἦν τοῦτο τὸ δεινόν-ἀλλὰ πνεῦμα ὑλαῖον ἐκ τοῦ ἀφανοῦς ἐπιδείξασθαι καὶ παραγυμνῶσαί τι τούτῳ τῶν ἀπορρήτων, ἵν' εἴη Παῦλός τις ἄλλος ἐπιχθόνιος, οὐ μετέωρος, ἔγγειος, ἀλλ' οὐκ ἐπουράνιος, τῶν ἀθεάτων αὐτόπτης καὶ τῶν ἀρρήτων αὐτήκοος. μάτην ἄρα τούτῳ καὶ ὁ πολύαθλος Ἀθανάσιος ἐν μιᾷ τῶν συνοδικῶν αὐτοῦ ἐπάγει ἐπιστολῶν, μετὰ βουλῆς πάντων πράττειν κατὰ τὰ θεόπνευστα λόγια καὶ μετὰ πάσης ἀκριβείας τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι διάσκεψιν. πολλοῦ γὰρ ἐδέησε τούτῳ τῶν σοφωτέρων ἐνίοις συνδιασκέψασθαι περὶ τῆς καινῆς ταύτης πομπείας τῶν μυστηρίων· ὅς γε Πυθαγόρειον βίον ἐζηλωκὼς ἑαυτῷ γνώμονι πρὸς τὴν μετάληψιν ἐχρήσατο τοῦ κακοῦ καὶ σὺν τοῖς δυσὶ τελετάρχαις τῇ καινῇ ταύτῃ ἐδᾳδούχησε τελετῇ, τολμήσας ἀνέδην ἃ τῶν Ἑλλήνων τοῖς πλείοσιν ὑπὸ σκότῳ τεθρήσκευτο. καὶ τῶν μὲν πάλαι χρησμῶν οἱ πλείους διέλαθον, τὰ δὲ τῆς καινῆς μαντῳδοῦ, ὥσπερ ἡ τῶν Αἰγυπτίων ἀστρολογία τὸ πρότερον, ἐν χαλκαῖς καθαπερεὶ στήλαις ἐνεσημάνθησαν. Καὶ τὰ μὲν εὐσεβείας ἐχόμενα λόγια καὶ συγγράμματα, ἀμφισβητήσιμα δὲ τοῖς πατράσι καθεστηκότα, ἡ τοῦ Ἠλίου βίβλος ἀπόρρητος, ἡ λεπτὴ Γένεσις, ὁ Ποιμήν, ὁ τοῦ Ἀδὰμ βίος, τοῦ καταλόγου τῶν διωμολογημένων ἀθετεῖται καὶ ἀποκρίνεται· ὁ δὲ μέγας πατήρ, εἴ τι φλύαρον καὶ ἀσελγὲς γύναιον ὑλικῷ πνεύματι ἐλαυνόμενον ἁπλῶς οὕτως