Ἐν τούτοις ὑπαινίττεται τὸ πάθος τοῦ σωτῆρος. σμύρνης γὰρ ὄρος γίνωσκε τὰ πάθη τοῦ σωτῆρος, λιβάνου πάλιν δὲ βουνὸν ἴσθι τὴν δόξαν τούτου, ἥνπερ ἐδόξασεν αὐτὸν πατὴρ ἄνωθεν μόνος. τοῦτο γοῦν ὅλον πέφυκεν ὃ λέγει τῇ παρθένῳ· δεῦρό μοι συσταυρώθητι πρὸς πάθος ἠπειγμένῳ, ἵνα μεγάλως σὺν ἐμοὶ πατρόθεν δοξασθήσῃ. αὐτομολεῖν γὰρ ἔγωγε βούλομαι πρὸς τὸ πάθος, ὅπως αὐγάσω τοῖς πιστοῖς ἡμέραν σωτηρίας καὶ κινηθῶσιν αἱ σκιαὶ πᾶσαι τῆς ἀθεΐας· πλὴν ἐμαυτῷ πορεύσομαι, τοῦτ' ἔστιν ἑκουσίως. Ταῦτα μὲν οὖν λελάληκεν ὁ κάλλιστος νυμφίος. ἐπεὶ δὲ ταύτην ἔγνωκε τούτῳ συσταυρωθεῖσαν καὶ πᾶσαν ἐκπληρώσασαν τὴν ἐντολὴν ἐκείνου, πάλιν ἐπῄνεσεν αὐτήν. φησὶ γὰρ οὕτω τάδε· καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί [4, 7]. Εἶτα πρὸς μείζονα καλεῖ ταύτην ἀρθῆναι δόξαν· δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου ἐλεύσῃ καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὴρ καὶ Ἐρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεως [4, 8]. Ἐπεί, φησίν, ἐλήλυθας εἰς ὄρος τὸ τῆς σμύρνης καὶ συνανέβης ἔμοιγε βουνὸν τὸν τοῦ λιβάνου, ἤγουν ἐμοὶ συνέπαθες, εἶτα συνεδοξάσθης, δεῦρο λοιπὸν ἀνάβηθι τάχος ἐκ τοῦ Λιβάνου πρὸς ὑψηλότερά τινα τῆς προκοπῆς χωρία, καὶ μὴ παυθήσῃ πώποτε συναναβαίνουσά μοι καὶ φεύγουσα παραδάλεων μάνδρας καὶ τῶν λεόντων. Ἐπεὶ δ' ὁ λόγος γέγονεν ἔργον ἐκ τῶν πραγμάτων, καὶ συνυψώθη τῷ Χριστῷ, τῷ καθαρῷ νυμφίῳ, οἱ φίλοι κατεπλάγησαν τὴν προκοπὴν τῆς νύμφης καὶ πρὸς αὐτὴν θαυμαστικῶς ἐξεῖπον τὴν παρθένον· ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ τῶν ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλου σου [4, 9]. Ἐδίδαξας ἡμᾶς, φασί, περὶ θεοῦ τι πλέον ὁρῶντάς σου τὸν ὀφθαλμὸν τὸν τῆς ψυχῆς, ὦ νύμφη, ἐνατενίζοντα θερμῶς τῷ λόγῳ καὶ νυμφίῳ καὶ τῆς ψυχῆς τὸν τράχηλον τῆς σῆς ὑποκλιθέντα καὶ τοῦ Χριστοῦ τὸν ἐλαφρὸν ζυγὸν ἀναλαβόντα. ὡς ὄντως ἐκαρδίωσας ἡμᾶς, φασίν, ὦ νύμφη· ὡς ἀπὸ σοῦ γὰρ ἔγνωμεν τὴν σάρκωσιν τοῦ λόγου. Οὕτω μὲν οὖν ἐπῄνεσαν οἱ φίλοι τὴν παρθένον· ἀλλ' ἀκουσώμεθα λοιπὸν καὶ πάλιν τοῦ νυμφίου. τί ἐκαλλιώθησαν μασθοί σου, ἀδελφή μου νύμφη· τί ἐκαλλιώθησαν μασθοί σου ἀπὸ οἴνου [4, 10]. Ἐνταῦθα πάλιν ἐπαινεῖ τῆς θείας ἐκκλησίας τὴν τῶν μασθῶν ἀλλοίωσιν, ἤγουν τῶν διδαγμάτων. αὐξήσασα τὰ τέκνα γάρ, ὥσπερ γυνὴ φιλόπαις, τὸν ἐξ ἐθνῶν φημι λαόν, καὶ τοῦτον καθορῶσα πρὸς μέτρον φθάσαντα στερρὸν τῆς θείας ἡλικίας καὶ μὴ ψελλίζοντα ποσῶς τὴν πίστιν τὴν ἁγίαν, οἶνον ἀντὶ τοῦ γάλακτος προχέει καθ' ἡμέραν, τοῦτ' ἔστιν ὑψηλότερα δόγματα τούτοις νέμει. τὸ πρὶν μὲν γὰρ ἐδίδασκεν αὐτοῖς ὡς νεωτέροις πατέρα σέβειν καὶ υἱὸν καὶ πνεῦμα, θεὸν ἕνα, ὅπερ ὡς γάλα πέφυκε δῆθεν διδασκαλίας, νῦν δὲ διδάσκει σωφρονεῖν, φυλάττειν παρθενίαν, ἐγκράτειαν ἀσπάζεσθαι, τηρεῖν δικαιοσύνην, ἅπερ ὡς οἶνος λέγεται διδασκαλίας εἶναι. καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα [4, 10]. Ἣν δ' ἀπὸ σοῦ περιβολὴν τῶν ἱματίων ἔχω ἐκ τῶν προσαγομένων μοι, φησί, θυμιαμάτων, κρείττονα πάντων ἥγημαι τῶν ἀρωμάτων μόνην. κηρίον ἀποστάζουσι τὰ χείλη σου, νύμφη [4, 11]. Ἣν γάρ, φησί, τοῖς τέκνοις σου νέμεις διδασκαλίαν, ὑπὲρ κηρίον πέφυκε γλυκάζουσα καὶ μέλι. μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου [4, 11]. Οὐ γάρ, φησί, μονοειδῆ τὸν λόγον νέμεις πᾶσιν, ἀλλὰ κατάλληλον παντὶ καὶ πᾶσι κατ' ἀξίαν· τοὺς μὲν γὰρ γαλακτοτροφεῖς, τοὺς νηπιωδεστέρους, τοὺς δ' αὖ γε μελιτοτροφεῖς, τοῦτ' ἔστι τοὺς τελείους. καὶ ὀσμὴ ἱματίων σου ὀσμὴ λιβάνου [4, 11]. Κἂν ὑπερτέραν ἄνωθεν πάντων τῶν ἀρωμάτων τῶν ἱματίων τὴν ὀσμὴν εἶπε τῆς ἐκκλησίας, ἀλλ' ἴσην ἀπεφήνατο νῦν εἶναι τῷ λιβάνῳ, ἤγουν ἁπάντων κρείττονα τῶν ἀρωμάτων εἶναι. κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη [4, 12]. Ποικιλοτρόπως ἐπαινεῖ τὴν νύμφην ὁ νυμφίος. κῆπος γὰρ