τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων», καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε *** [Rom. 4, 23-25] «Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἡμᾶς» 218 ἀλλὰ ταῦτα γέ|γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι' αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ» *** Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον <ᾖ> ἢ διὰ τὸ κατὰ τὴν λέ|ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα *** Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖των πα ραλαμβάνει τὴν εὐχαριστίαν <ἢ> φέρε εἰπεῖν τὴν ·[·······] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν; Οὐ γὰρ ἐδόκει μοι συνηρτῆσθαι τὸ «εὐχαριστίας» κατὰ τὴν συνήθειαν λαμβανόμενον ὄνομα πρὸς τὴν μωρολογίαν καὶ εὐτραπελίαν. Ἔδοξεν οὖν μοι τὴν εὐχαριστίαν ἀν|τὶ τῆς οἱονεὶ εὐχαριτίας παρειληφέναι, μὴ ἀποκλείων μέν ποτε ἐν ταῖς ἀνέσεσι τὸ ἐν ὁμιλίαις εὔχαριν ἢ χαρίεν καὶ φαῖδρον ἀπαγορεύων δὲ ὡς βωμολοχίαν τὴν μωρολογίαν καὶ εὐτρα πελίαν· καὶ πάνυ τε ἠρτημένως παρέθηκεν *** εἶτ' ἐζήτουν εἴ που ἡ ἱερὰ 220 γραφὴ τῇ «εὐχάριστος» ὀνομασίᾳ ἀντὶ τῆς «εὐχαριτίας» ἐχρήσα|το· εὗρον γοῦν ἐν ταῖς Παροιμίαις «Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν», ἐν δὲ ταῖς λοιπαῖς ἐκδόσεσιν ἀντὶ τοῦ «Γυνὴ εὐχάριστος» «Γυνὴ χ[···]·ν οἶμαι † η χάρις γέγραπτο *** εἰπόντος τοῦ Παύλου· «Ἐνώπιον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν», καὶ χρησαμένου τῇ «ἐναντίον», ὡς καὶ πολλαχοῦ ἡ παλαιὰ διαθήκη περιέχει, λέξει ἁ|πλούστερον οἱονεὶ «ἐν ὀφθαλμοῖς» τοῦ Θεοῦ, οἱ ἀπὸ Μαρκίωνος κακουργότερον ἤκουσαν τοῦ «Κατεναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν» οἱονεὶ ἐναντίως τῷ βουλήματι τοῦ Θεοῦ οὗ λέγουσιν ἑτέρου παρ' αὐτὸν δημιουργοῦ, ἐν Χριστῷ δέ φασιν λαλεῖν τὸν Παῦλον ἀμφότερα τό τε ἐνώπιον τοῦ ὡς λέγουσιν ἀγαθοῦ καὶ τὸ ἐναντίον ὥς φασιν τοῦ δημιουργοῦ | *** Τὸ γὰρ πιστεύειν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ἐκεῖνοι μὲν ἀκούσονται ὡς ἕτερον τοῦ Θεοῦ ᾧ ἐπίστευσεν Ἀβραὰμ καί φασιν ὅτι Ἰουδαῖοι πιστεύουσιν μὲν τῷ Θεῷ ὡς ἐπίστευσεν Ἀβραάμ, οὐ μὴν πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν *** καὶ Ἰουδαῖοι δὲ μὴ πιστεύοντες | ὅτι ἠγέρθη Ἰησοῦς ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν οὐ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν· τούτῳ δὲ μὴ πιστεύοντες οὐ πιστεύουσιν τῷ Θεῷ· διὸ οὐκ ἔστιν ἐν αὐτοῖς πίστις ὁποίαν πιστεύων τῷ Θεῷ Ἀβραὰμ εἶχεν πίστιν λελογισμένην εἰς δικαιοσύνην *** 222 νῦν τὸ δι' αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι' ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωϋσέως προγενέστερος τῷ μεταγε νεστέρῳ αὐτοῦ γράμματι ὠφεληθῇ. Εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ «Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ' ἂν εἰπεῖν «Καὶ συνήγειρεν καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χρισ τῷ·» συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπα τῶν *** Ἠγέρθη γὰρ διὰ τὴν δικαίωσιν ἡμῶν τῇ ἀναστά|σει ἑαυτοῦ, δικαιῶν ἡμᾶς συμμόρφους γενομένους τῇ ἀναστάσει αὑτοῦ *** ὃς παρεδόθη διὰ τὰ αὐτοῦ 224 ἐκείνου ἁμαρτήματα τοῦ πιστεύοντος καὶ ἀνέστη διὰ τὴν τούτου δι‖καίω σιν ··