ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντε εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺ ἔχεν, ἕνα ἐκ τῆ παιδίκη καὶ ἕνα ἐκ τῆ ἐλευθέρα. ἀλλ' ὁ μὲν ἐκ τῆ παιδίκη κατὰ άρκα γεγέννηται, ὁ δὲ ἐκ τῆ ἐλευθέρα διὰ τῆ ἐπαγγελία. οἶδα καὶ τοὺς ψαλμοὺς ὀνομαζομένους νόμον, ὡς δῆλον ἐκ τοῦ ἵνα πληρωθῇ ὁ λόγο ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένο ὅτι ἐμίηάν με δωρεάν. ἀλλὰ καὶ ἡ τοῦ Ἠσαίου προφητεία νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται, φάσκοντι ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώοι καὶ ἐν χείλειν ἑτέροι λαλήω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτω εἰακούονταί μου, λέγει κύριο· εὗρον γὰρ τὰ ἰσοδυναμοῦντα τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα τοῦ νόμου ἐκδοχή, ὡς ἐν τῷ οἴδαμεν γὰρ ὅτι ὁ νόμο πνευματικό ἐτι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καί, ὡς ὀνομάζει ἡ γραφή, ἐγγεγραμμένος τῇ καρδίᾳ λόγος, προσ τακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. καὶ τοῦτο δὲ δηλοῦται ἐν τῷ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύει τὰ τοῦ νόμου ποιοῦιν, οὗτοι νόμον μὴ ἔχοντε ἑαυτοῖ εἰὶ νόμο· οἵτινε ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖ καρδίαι αὐτῶν, υμμαρτυρούη αὐτῶν τῆ υνειδήεω. ὁ γὰρ γραπτὸ ἐν ταῖς καρδίαις νόμος καὶ ἐν ἐθνικοῖς φύει τὰ τοῦ νόμου ποιοῦιν οὐκ ἄλλος ἐστὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας φύσει ἐγγεγραμμένου τῷ ἡγεμονικῷ ἡμῶν, καὶ τρανωτέρου μετὰ τῆς συμπληρώσεως τοῦ λόγου ὁσημέραι γινομένου. τοῦτο τὸ σημαινόμενον ἦν τοῦ νόμου καὶ ἐν τῷ ἁμαρτία οὐκ ἐλλο γεῖται μὴ ὄντο νόμου· καὶ ἐν τῷ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. πρὸ γὰρ τοῦ κατὰ Μωσέα νόμου ἐλλελόγηται ἁμαρτία καὶ τῷ Κάϊν καὶ τοῖς κατὰ τὸν κατακλυσμὸν παθοῦσιν, ἔτι δὲ καὶ Σοδομίταις καὶ ἄλλοις μυρίοις· πολλοί τε ἔγνωσαν τὴν ἁμαρτίαν καὶ πρὸ τοῦ Μωσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς, οἷον οὐχ ὑμεῖ λέγετε ὅτι τετράμηνό ἐτι καὶ ὁ θεριμὸ ἔρχεται; ἐπάρατε τοὺ ὀφθαλμοὺ ὑμῶν καὶ θεάαθε τὰ χώρα ὅτι λευκαί εἰι πρὸ θεριμὸν ἤδη. δὶς γὰρ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸν πνευματικόν. τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ θεραπευθέντος· ᾧ ἐπιφέρει σωματικῶς γενομένῳ τὸ εἰ κρίμα ἐγὼ εἰ τὸν κόμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντε βλέπωι καὶ οἱ βλέποντε τυφλοὶ γένωνται. οὕτω τοίνυν καὶ νῦν χωρὶ μὲν νόμου τοῦ τῆς φύσεως δικαιούνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δ' ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ νυνὶ δὲ χωρὶ νόμου δικαιούνη θεοῦ πεφανέρωται, καὶ ἐν τῷ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται. τῇ τοίνυν δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος· μικρότερος γάρ ἐστιν αὐτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος. διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί· τοῦτο δὲ ποιοῦσιν, ὁτὲ μὲν παρὰ τὴν ὁμωνυμίαν, ὁτὲ δὲ παρὰ τὴν τροπολογίαν, καὶ ἔσθ' ὅτε παρὰ τὴν σύμφρασιν ἀπαιτοῦσαν ἄλλως τῇ λέξει χρήσασθαι ἐν τοῖσδέ τισιν ἢ ὡς κεῖται ἐν ἑτέροις. καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλατ τώμεθα, πολλῶν σφαλμάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι ὅτι τὸ ἑώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ κεῖται, ἀλλ' ὁτὲ μὲν ἐπὶ τοῦ σωματικοῦ ὁρᾷν, ὁτὲ δὲ ἀντὶ τοῦ νοεῖν. καθόλου γὰρ τοῦτο ἰστέον, ὅτι προκειμένου κρύψαι καὶ μὴ φανερῶς ἐκθέσθαι τὰ νοήματα τῆς