προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ' ἐστὶ τοῦ Ἰησοῦ, οὗ εἰρήκατε βαπτίζειν, ὑπ' ἐμοῦ μεμαρτυ ρημένου, πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖν καὶ ὑμεῖς ἀγαθὰ τεκεῖν, πρὸς αὐτὸν ἀπέλθετε. μέρος γὰρ τῆς νύμφης ἐστέ, ὄντες τῆς οὐσίας τῶν λογικῶν. πλὴν εἰ καὶ νυμφίος ἐκεῖνος, ἀλλ' ἐγὼ φίλος ὑπάρχων αὐτοῦ, ὑπηρέτης ὢν τοῦ βουλήματος αὐτοῦ, οὓς παιδεύω αὐτῷ παραστῆσαι σκοπὸν ἔχω. κἂν τοίνυν γεγόνατέ μου μα θηταί, οὐκ εἰμὶ ὁ νυμφίος, τουτέστιν οὐχ ὁ τέλειος διδάσκαλος. διὸ καὶ ὑμῖν παραινῶ ὥραν ἔχουσι συναρμοσθῆναι τῷ τελείῳ διδασκάλῳ πρὸς ἐκεῖνον γενέσθαι. ὡς καὶ ἐγὼ αὐτὸς ἀκροατὴς αὐτοῦ εὔχομαι εἶναι· χαίρω γὰρ ἀκούων τῆς φωνῆς αὐτοῦ. διὸ καὶ χαρά ἐστιν ἡμετέρα ὅταν οἱ παρ' ἐμοὶ φοιτήσαντες πρότερον τοσαύτην νοητικὴν ἕξιν ἀναλάβωσιν ὡς χωρεῖν τὴν παρ' ἐκείνου διδασκομένην τοῖς ἀξί οις σοφίαν. ἴστε γὰρ ἐκεῖνον ἄνωθεν ἐρχόμενον ἐπάνω πάντων εἶναι βασιλέα τε καὶ παντοκράτορα τυγχάνοντα. εἰ δὲ πάντων ἐπάνω ἐστίν, δῆλον ὅτι καὶ αὐτοῦ ἐμοῦ· ὅθεν αὐξάνειν ἐκεῖνον προσήκει, ἐμὲ δὲ
ἐλαττοῦσθαι. 〚εἰς ταύτην τὴν διάνοιαν ληπτέα καὶ τὰ Παύλῳ Κορινθίοις γραφέντα, σύνταξιν ἔχοντα τοιαύτην· «Ἡρμοσάμην ὑμᾶς «ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ», νύμφην λέγων τὴν ὅλην ἐκκλησίαν, τυγχάνουσαν ἁγνὴν παρθένον διὰ τὴν τῶν δογ μάτων καὶ ἠθῶν ὀρθότητα. καὶ ἑτέρᾳ δὲ ἐκκλησίᾳ γράφων ὁ αὐτὸς ἀπόστολος μνημονεύσας τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς ἐπιφέρει· «Τὸ «Μυστήριον τοῦτο μέγα ἐστιν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ τὴν ἐκ «κλησίαν», ἵνα ὡς ἐκεῖνοι γονεῖς ἐγένοντο πάντων ἀνθρώπων, οὕτως ὁ χριστὸς καὶ ἡ ἐκκλησία πάντων
τῶν ἀγαθῶν ἔργων, νοημάτων τε καὶ λόγων, γεννήτορες ὦσιν.〛 τοῦ τοίνυν ἑρμηνευομένου νυμφίου φίλος ἐστὶν ὁ Ἰωάννης, ἑστηκὼς παρ' αὐτῷ βεβαίᾳ συγκαταθέσει τῷ παγίαν ἔχειν εἰς αὐτὸν τὴν πίστιν, καὶ οὕτως ἑστηκὼς χαρᾷ χαίρει διὰ τὴν τοῦ νυμφίου λαλιάν. ὅθεν ἑξῆς ἐπιφέρει τὸ «Αὕτη οὖν ἡ «ἐμὴ χαρὰ πεπλήρωται» πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων. ἐλή λυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι' ἐμοῦ· ὅθεν ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. καὶ τοῦτο δὲ φρονί μως ἐπιστῆσαι δεῖ, οὐ γὰρ προσλαμβάνων τι αὐξάνει ὁ σωτήρ, οὐδὲ ἀποβάλλων τι ὁ Ἰωάννης ἐλαττοῦται, μένει γὰρ ὁ αὐτὸς ἑκάτερος. νοεῖται δὲ τὸ λεγόμενον οὕτως· ὁ ἑωσφόρος πρὸ τοῦ ἡλίου ἀνατέλ λων ἐπὶ τῷ συνεθίσαι τὰς ὄψεις προσβάλλειν καὶ μείζονι φωτὶ μέγε θος ἔχει ὡρισμένον. οὗτος μείζων φαίνεται τοῦ ἡλίου πρώτῃ ὄψεως προσβολῇ· κατ' ὀλίγον δὲ τοῦ ἡλίου φανερουμένου ὁ ἑωσφόρος ἐλατ τοῦται, οὐκ ἀποβάλλων τι τοῦ ἰδίου μεγέθους, ἀλλὰ συγκρινόμενος τῷ ἡλιακῷ φωτὶ φανερωθέντι. οὕτως καὶ Ἰωάννης μέγας τις ὑπάρ χει πληρότητι ἁγιότητος. ἦλθεν ὁ Ἰησοῦς ὀπίσω αὐτοῦ κατὰ τὰ προειρημένα, ἐβαπτίσθη, ἐμαρτυρήθη ὑπ' αὐτοῦ. μετὰ τὴν περὶ τού των οἰκονομίαν ἀναδειχθείσης τῆς Ἰησοῦ θεότητος, ὁ μὲν δοῦλος, ὁ δὲ δεσπότης ἀποδέδεικται. 46 Εἰ γὰρ ἄνωθεν καὶ ἐκ πατρὸς ἔρχεται ὡς παντοκράτωρ, δῆλον ὅτι ἐπάνω πάντων ἐστίν. οἱ δὲ ὑλικὸν φρόνημα ἔχοντες τὴν εἰκόνα φοροῦσι τοῦ χοϊκοῦ, οἳ καὶ ἐκ τῆς γῆς λαλοῦσι. διὸ καὶ εἴ ποτε δι δασκαλίαν ἐπαγγέλλονται, σοφίαν ἔχουσιν ἣν Ἰάκωβος γράφει, ἐπί γειον, ψυχικήν, δαιμονιώδη. περὶ τῶν τοιούτων καὶ Ἡσαΐας γράφει, ὡς ὄντων ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς φωνούντων· τοῦ ἄνωθεν ἐρχο μένου θεοῦ λόγου ἐπάνω πάντων ὑπάρχοντος καὶ λαλοῦντος ἃ ἑώρα κεν καὶ ἤκουσεν. ἀλλὰ καὶ οἱ προφῆται, ἔχοντες τὸν ἄνωθεν ἐρχό μενον πρὸς αὐτοὺς λόγον, ἃ εἶδον διανοίᾳ καὶ ἤκουσαν τοῖς ὠσὶ τοῦ ἔσω ἀνθρώπου λαλοῦσιν οὐράνια καὶ θεϊκά. ἕκαστος γὰρ αὐτῶν ἐρεῖ· «Τάδε
λέγει Κύριος»· 〚καὶ «Ἐγένετο λόγος Κυρίου πρός με», λέγων. φανερώτερον περὶ τούτου φησὶν ὁ Σολομὼν εἰπών· «Οἱ ἐμοὶ λόγοι «εἴρηνται ὑπὸ θεοῦ.» διὸ γέγραπται· «Πολυμερῶς καὶ πολυτρόπως «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς