οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ προδοσίᾳ τὸν εὐεργέτην ἀμείψασθαι, ἔκρινον δὲ τοῦτο οἱ μαθηταὶ ἀπὸ τῆς οἰκείας ἑκάστης εὐγνωμοσύνης καὶ τῆς πρὸς τὸν διδάσκαλον στοργῆς τε καὶ πίστεως καὶ τὸν Ἰούδαν τοιοῦτον ὑπολαμβάνοντες, ὅτι ὅπερ τις οὐκ ἐμελέτησεν οὐδ' ἄλλον πράττειν ῥᾳδίως ὑπείληφεν. 80 Jo 13, 27-30 Μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς, τοῦτ' ἔστιν ὅτε ἡ παντελὴς αὐτὸν κατεκράτησε πώρωσις· ἐπεὶ γὰρ αὐτὸν οὔτε οἱ κοινοὶ ἅλες οὔτε ἡ ἄφατος τοῦ δεσπότου περὶ τὸ νίψαι τοὺς τῶν δούλων πόδας ταπεινοφροσύνη οὔτε ἡ πρόγνωσις τῆς προδοσίας οὔτε ἡ ἐπ' αὐτῇ ἀνεξιχνίαστος ἀνεξικακία καὶ μακροθυμία, ἀλλ' οὐδὲ ἡ ἰδιάζουσα διὰ τῆς ἐπιδόσεως τοῦ ψωμίου φιλοφροσύνη, ἐπεὶ οὖν οὐδὲν τούτων ἐμάλαξεν αὐτοῦ τὴν ἀπόνοιαν καὶ σκληροκαρδίαν [ἐμάλαξεν], ἀλλὰ πάντα ταῦτα διὰ τῆς πωρώσεως ἀπεκρούσατο, τότε λοιπὸν πρὸς οἰκεῖον σκεῦος εἰσεπήδησεν ὁ σατανᾶς ἄγων καὶ περιάγων ὅποι βούλοιτο τὸν ἄθλιον ἐκεῖνον. πρὶν μὲν γὰρ προσβάλλων ἔξωθεν, οὐ σφόδρα περιεγίνετο αὐτοῦ, ὥστε καὶ πρὸς τὸ ἔργον ὁμόσε πεῖσαι χωρῆσαι, ἀλλὰ τοὺς μὲν λογισμοὺς ἐθόλου καὶ ἀνεκίνει κατὰ τοῦ δεσπότου, πρὸς δὲ τὴν τῆς πράξεως τόλμαν ἀναδυόμενον εἶχεν τέως καὶ ὀκνοῦντα. ἐπειδὴ δὲ διὰ τῆς παντελοῦς πωρώσεως ὄργανον αὐτὸν ἐπιτήδειον ἀπειργάσατο, τότε κἀκεῖνος μετὰ θάρρους ἐπιπηδῶν καὶ ὅλως ἔνδον αὐτοῦ γεγονὼς καὶ πρὸς αὐτὴν τὴν πρᾶξιν καθάπτει· λαβὼν γάρ φησι τὸ ψωμίον εὐθέως ἐξῆλθεν καὶ τότε νυκτὸς οὔσης· οὐδὲ γὰρ τὸ ἄωρον τῶν νυκτῶν τὴν ἐπὶ μιαιφονίαν ὁρμὴν ὀργῶσαν κἂν ἐπὶ βραχὺ κατέσχεν, ἀλλ' εὐθέως ἐξῆλθέν φησιν· ἦν δὲ νύξ. τὸ δὲ ὃ ποιεῖς ποίηΣον τάχιον. τοῦτο εἰώθαμεν καὶ ἐπὶ ταῖς πρὸς ἀλλήλους λέγειν κοινολογίαις οὐκ ἐπιτρέποντες τὴν πρᾶξιν, ἀλλὰ μᾶλλον ὡς προδήλως οὖσαν ἀτοπωτάτην σφοδρῶς ἀποτρέποντες· διττὴ γὰρ ἦν ἡ τε προτροπὴ καὶ ἡ ἀποτροπὴ ἑκατέρας αὐτῶν κατὰ διπλοῦν τρόπον σχηματιζομένης· ἀποτρέπομεν γὰρ ἐξ εὐθείας μὲν καὶ ὃ πλεῖστόν ἐστιν ἐν τῇ χρήσει λέγοντες· οὐδεὶς τόδε εἰπεῖν ἢ ποιῆσαι <τολμᾷ> καὶ μὴ εἴπῃς τόδε ἢ μὴ ποιήσῃς. ἀποτρέπομεν δὲ καὶ ἐπὶ τῶν σφόδρα ἀτόπων ὥσπερ ἐξ ἐπιτιμήσεως ἢ ἐξ εἰρωνείας εἰς καταφατικὸν σχῆμα τυποῦντες τὴν ἀποτροπὴν οἷον· εἰπὲ τόδε ἢ ποίηΣον τόδε, τοῦτ' ἔστιν εἰπέ, ὅτι ἐξ ἀκαθάρτου πατρὸς ἔφυς ἢ τύπησόν Σου τὸν πατέρα ἢ διόρυξον τοὺς νέους ἢ τοὺς ἀλλοτρίους γάμους· ταῦτα γάρ, εἰ καὶ καταφατικὸν ἔχουσι τὸ σχῆμα, ἀλλ' οὖν πλέον ἀποτρέπουσιν ἢ εἰ ἀποφατικῶς προενεχθεῖεν. ὡσαύτως δὲ πάλιν προτρέποντες καὶ ἐν ἀποφατικῷ καὶ ἐν καταφατικῷ προτρέπομεν σχήματι οἷον· τίμησόν Σου τὸν πατέρα, δεῖ σε σωφρονεῖν καὶ τὰ ὅμοια. ἐν ἀποφατικῷ δέ· σὺ δὲ οὐκ εὐσεβήσεις; οὐ τὴν οὐσίαν τοῖς γονεῦσιν ἀπονείμαις; ἀντὶ τοῦ δεῖ σε ταῦτα ποιεῖν. τὰ τοιαῦτα δὲ καὶ συνεσχημάτισται τῷ ἐρωτηματικῷ τρόπῳ. ἀλλὰ δὲ καὶ χωρὶς ἀποφατικὰ ὄντα καθαρῶς προτροπὴν ἔχουσιν· μὴ εὐσέβει, μὴ τίμα γεννήτορας, μὴ ἐξέλῃς σεαυτὸν ἀγχόνης· εἰ γὰρ καὶ ἀποφατικὸν ἔχει τὸ σχῆμα, ἀλλ' οὖν δριμέως καὶ ἐπιπληκτικῶς προτρέπεται ὡς εὐσεβεῖν δεῖ καὶ τιμᾶν γονεῖς καὶ ἐξαιρεῖν ἑαυτὸν θανάτου. 81 Jo 13, 31 Εἰ οὐδεὶς ἔγνω τῶν μαθητῶν, διὰ τί κατέπεΣον αὐτῶν οἱ λογισμοί; ἢ οὐ τοῦτό φησιν, ὅτι τὴν προδοσίαν ὅλως οὐκ ἔγνωσαν· ἔγνωσαν γάρ, ἀλλ' ὅτι τίς ἐστιν ὁ προδιδούς, οὐκ ἔγνωσαν οὔπω. κατέπεΣον δὲ οὐδὲν ἧττον, εἰ καὶ μὴ τὸν προδιδόντα ᾔδεσαν. ἀλλ' ὅτι ὅλως ἔμελλεν αὐτῶν ὁ διδάσκαλος καὶ ὁ δεσπότης προδίδοσθαι τοῖς Ἰουδαίοις μιαιφόνοις ἀνθρώποις καὶ κατὰ τοῦ σωτῆρος ἐκμεμηνόσιν, καὶ διὰ τοῦτο δεομένοις ἀναψυχῆς τινος καὶ παραμυθίας ἔλεγεν ὁ δεσπότης· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τὰ ἑξῆς. 82 Jo 13, 33 Τί δὲ λέγω ὑμῖν, ὅτι ζητήσετέ με, φησίν; λέγω δὲ ὑμῖν τοῦτο ὥσπερ προεῖπεν καὶ τοῖς Ἰουδαίοις, ἀλλ' ἐκείνοις μὲν εἰπὼν ὁ δεσπότης τὸ ζητήσετέ με προσέθηκε καὶ τὸ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· ἐκεῖνος μὲν γὰρ εἰς δόξαν ἄφραστον καὶ ζωὴν ἀκήρατον σταυρούμενος μεθίστατο, οἱ