ὑπάρχον ἢ δεόμενόν πως αὐτοῦ πρὸς τὸ εἶναι, ἀτελέστερον ἂν εἴη ταύτῃ τοῦ αἰτιατοῦ. τὸ δὲ ἐν τῷ ἀποτελέσματι ὂν συναίτιόν ἐστι μᾶλλον ἢ αἴτιον, ἢ μέρος ὂν τοῦ γινομένου ἢ ὄργανον τοῦ ποιοῦντος· τό τε γὰρ μέρος ἐν τῷ γινομένῳ ἐστίν, ἀτελέστερον ὑπάρχον τοῦ ὅλου, καὶ τὸ ὄργανον τῷ ποιοῦντι πρὸς τὴν γένεσιν δουλεύει, τὰ μέτρα τῆς ποιήσεως ἀφορίζειν ἑαυτῷ μὴ δυνάμενον. ἅπαν ἄρα τὸ κυρίως αἴτιον, εἴ γε καὶ τελειότερόν ἐστι τοῦ ἀπ' αὐτοῦ καὶ τὸ μέτρον αὐτὸ τῇ γενέσει παρέχεται, καὶ τῶν ὀργάνων ἐξῄρηται καὶ τῶν στοιχείων καὶ πάντων ἁπλῶς τῶν καλουμένων συναιτίων. 76 Πᾶν μὲν τὸ ἀπὸ ἀκινήτου γινόμενον αἰτίας ἀμετάβλητον ἔχει τὴν ὕπαρξιν· πᾶν δὲ τὸ ἀπὸ κινουμένης, μεταβλητήν. εἰ γὰρ ἀκίνητόν ἐστι πάντῃ τὸ ποιοῦν, οὐ διὰ κινήσεως, ἀλλ' αὐτῷ τῷ εἶναι παράγει τὸ δεύτερον ἀφ' ἑαυτοῦ· εἰ δὲ τοῦτο, σύνδρομον ἔχει τῷ ἑαυτοῦ εἶναι τὸ ἀπ' αὐτοῦ· εἰ δὲ τοῦτο, ἕως ἂν ᾖ, παράγει. ἀεὶ δὲ ἔστιν· ἀεὶ ἄρα ὑφίστησι τὸ μετ' αὐτό· ὥστε καὶ τοῦτο ἀεὶ γίνεται ἐκεῖθεν καὶ ἀεὶ ἔστι, τῷ ἐκείνου ἀεὶ κατὰ τὴν ἐνέργειαν συνάψαν τὸ ἑαυτοῦ κατὰ τὴν πρόοδον ἀεί. εἰ δὲ δὴ κινεῖται τὸ αἴτιον, καὶ τὸ ἀπ' αὐτοῦ γινόμενον ἔσται μεταβλητὸν κατ' οὐσίαν· ᾧ γὰρ τὸ εἶναι διὰ κινήσεως, τοῦτο τοῦ κινουμένου μεταβάλλοντος μεταβάλλει τὸ εἶναι. εἰ γὰρ ἐκ κινήσεως παραγόμενον ἀμετάβλητον αὐτὸ μένοι, κρεῖττον ἔσται τῆς ὑποστησάσης αἰτίας. ἀλλ' ἀδύνατον. οὐκ ἄρα ἀμετάβλη τον ἔσται. μεταβαλεῖ ἄρα καὶ κινήσεται κατ' οὐσίαν, τὴν ὑποστήσασαν αὐτὸ κίνησιν μιμούμενον. 77 Πᾶν τὸ δυνάμει ὂν ἐκ τοῦ κατ' ἐνέργειαν ὄντος ὃ τοῦτο δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείᾳ πρόεισι· τὸ μέν πῃ δυνάμει ἐκ τοῦ πῃ κατ' ἐνέργειαν, ᾗ αὐτὸ δυνάμει· τὸ δὲ πάντῃ δυνάμει ὂν ἐκ τοῦ πάντῃ κατ' ἐνέργειαν ὄντος. αὐτὸ μὲν γὰρ ἑαυτὸ τὸ δυνάμει προάγειν εἰς ἐνέργειαν οὐ πέφυκεν, ἀτελὲς ὄν· εἰ γὰρ ἀτελὲς ὂν αἴτιον ἑαυτῷ γίνοιτο τοῦ τελείου καὶ κατ' ἐνέργειαν, τὸ αἴτιον ἔσται τοῦ ἀπ' αὐτοῦ γεγονότος ἀτελέστερον. οὐκ ἄρα τὸ δυνάμει, ᾗ δυνάμει, ἑαυτῷ τοῦ κατ' ἐνέργειαν αἴτιον· ἔσται γάρ, ᾗ ἀτελές, τοῦ τελείου αἴτιον, εἴπερ τὸ δυνάμει πᾶν, ᾗ δυνάμει, ἀτελές, τὸ δ' ἐνεργείᾳ πᾶν, ᾗ ἐνεργείᾳ, τέλειον. εἰ ἄρα ἔσται τὸ δυνάμει κατ' ἐνέργειαν, ἀπ' ἄλλου τινὸς ἕξει τὸ τέλειον· καὶ ἤτοι καὶ αὐτὸ δυνάμει (ἀλλ' ἔσται οὕτω πάλιν τὸ ἀτελὲς τοῦ τελείου γεννητικόν) ἢ ἐνεργείᾳ, καὶ ἤτοι ἄλλο τι ἢ τοῦτο ὃ δυνάμει τὸ κατ' ἐνέργειαν γινόμενον ἦν. ἀλλ' εἰ μὲν ἄλλο τι ἐνεργείᾳ ὂν ποιεῖ, κατὰ τὴν ἑαυτοῦ ἰδιότητα ποιοῦν οὐ τὸ δυνάμει τὸ ἐν θατέρῳ ποιήσει ἐνεργείᾳ· οὐδὲ τοῦτο τοίνυν ἔσται κατ' ἐνέργειαν, εἴπερ μή, ᾗ δυνάμει ἔστι, ταύτῃ γίνοιτο. λείπεται ἄρα ἐκ τοῦ κατ' ἐνέργειαν ὄντος ὃ δυνάμει τί ἐστιν εἰς τὸ ἐνεργείᾳ μεταβάλλειν. 78 Πᾶσα δύναμις ἢ τελεία ἐστὶν ἢ ἀτελής. ἡ μὲν γὰρ τῆς ἐνεργείας οἰστικὴ τελεία δύναμις· καὶ γὰρ ἄλλα ποιεῖ τέλεια διὰ τῶν ἑαυτῆς ἐνεργειῶν, τὸ δὲ τελειωτικὸν ἄλλων μειζόνως αὐτὸ τελειότερον. ἡ δὲ ἄλλου του δεομένη τοῦ κατ' ἐνέργειαν προϋπάρχοντος, καθ' ἣν δυνάμει τι ἔστιν, ἀτελής· δεῖται γὰρ τοῦ τελείου ἐν ἄλλῳ ὄντος, ἵνα μετασχοῦσα ἐκείνου τελεία γένηται· καθ' αὑτὴν ἄρα ἀτελής ἐστιν ἡ τοιαύτη δύναμις. ὥστε τελεία μὲν ἡ τοῦ κατ' ἐνέργειαν δύναμις, ἐνεργείας οὖσα γόνιμος· ἀτελὴς δὲ ἡ τοῦ δυνάμει, παρ' ἐκείνου κτωμένη τὸ τέλειον. 79 Πᾶν τὸ γινόμενον ἐκ τῆς διττῆς γίνεται δυνάμεως. καὶ γὰρ αὐτὸ δεῖ ἐπιτήδειον εἶναι καὶ δύναμιν ἀτελῆ ἔχειν, καὶ τὸ ποιοῦν, κατ' ἐνέργειαν ὃ τοῦτο δυνάμει ἐστὶν ὑπάρχον, δύναμιν προειληφέναι τελείαν. πᾶσα γὰρ ἐνέργεια ἐκ δυνά μεως τῆς ἐνούσης πρόεισιν· εἴτε γὰρ τὸ ποιοῦν μὴ ἔχοι δύναμιν, πῶς ἐνεργήσει καὶ ποιήσει εἰς ἄλλο; εἴτε τὸ γινόμενον μὴ ἔχοι τὴν κατ' ἐπιτηδειότητα δύναμιν, πῶς ἂν γένοιτο; τὸ γὰρ ποιοῦν εἰς τὸ παθεῖν δυνάμενον ποιεῖ πᾶν, ἀλλ' οὐκ εἰς τὸ τυχὸν καὶ ὃ μὴ πέφυκεν ὑπ' αὐτοῦ πάσχειν. 80 Πᾶν σῶμα πάσχειν καθ' αὑτὸ πέφυκε, πᾶν δὲ ἀσώματον ποιεῖν, τὸ μὲν ἀδρανὲς ὂν καθ' αὑτό, τὸ δὲ ἀπαθές· πάσχει δὲ καὶ τὸ ἀσώματον διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν, ὡς δύναται ποιεῖν καὶ τὰ σώματα διὰ τὴν τῶν ἀσωμάτων μετουσίαν. τὸ μὲν γὰρ σῶμα, ᾗ σῶμα, διαιρετόν ἐστι μόνον, καὶ ταύτῃ