1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

17

σφαλερῷ ἀντέχειν οἱ πύργοι ὡς ἥκιστα εἶχον) διερρωγέναι αὐτῶν τοῖς πλείστοις ξυνέβη. οὕτω μὲν τὰ πρότερα ἐν πόλει ∆άρας τὰ τείχη ἀνέστη. 2.1.11 Ἔννοια δὲ Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οὐ περιόψονται Πέρσαι ὅσα γε δυνατὰ τοῦτο δὴ τὸ κατ' αὐτῶν ἐπιτείχισμα Ῥωμαίοις ἑστάναι, ἀλλὰ πανοικεσίᾳ μὲν προσβαλοῦσι, τέχνας δὲ κινήσουσι πάσας ἐξ ἀντιπάλου τειχομαχήσειν τῆς πόλεως, καὶ ὅμιλος μὲν αὐτοῖς ἐλεφάντων ἕψεται, οἴσουσι δὲ ξυλίνους ἐπὶ τῶν ὤμων οἱ ἐλέφαντες πύργους, οἷς ὑποκείμενοι ἀντὶ θεμελίων ἑστήξουσι, καὶ τὸ δὴ χαλεπώτερον ἐν ἐπιτηδείῳ τοῖς πολεμίοις περιαγόμενοι καὶ φέροντες τεῖχος γνώμῃ τῶν κεκτημένων 2.1.12 ὅπη παρατύχοι ἑπόμενον· ἐπεμβαίνοντες δὲ οἱ πολέμιοι βαλοῦσι μὲν κατὰ κορυφὴν τοὺς ἔνδον Ῥωμαίους, ἐκ δὲ ὑπερδεξίων ἐπιθήσονται, ἀλλὰ καὶ λόφους χειροποιήτους ἐπαναστήσουσι, καὶ μηχανὰς τὰς ἑλεπόλεις ἐπάξονται 2.1.13 πάσας. ἢν δέ τι τῇ πόλει ∆άρας ἀξύμφορον ἐπιγένηται, πάσης μὲν προβεβλημένῃ τῆς Ῥωμαίων ἀρχῆς, ἀντιτεταγμένῃ δὲ τῇ πολεμίᾳ διαφανῶς, οὐκ ἄχρι τοῦδε ἡμῖν κείσεται τὸ κακόν, ἀλλ' ἡ πολιτεία κατασεισθήσεται ἐκ τοῦ ἐπὶ πλεῖστον. ἐβούλετό τε διὰ ταῦτα ὀχύρωμα τῷ χωρίῳ περιβαλεῖν ἐπαξίως τῆς χρείας. 2.1.14 Πρῶτα μὲν οὖν τὸ τεῖχος (κολοβόν τε γὰρ ἦν κομιδῇ, ᾗπέρ μοι εἴρηται, καὶ τοῖς ἐπιοῦσι διὰ ταῦτα ἐπιμαχώτατον) ἀπρόσοδόν τε καὶ ἄμαχον ὅλως τοῖς πολεμίοις 2.1.15 ἐσκευάσατο εἶναι. τὰς μὲν γὰρ ἐπάλξεις πρότερον οὔσας λίθων ἐνθήκῃ ξυναγαγὼν ἀπέσφιγξεν ἐν στενῷ μάλιστα, ἴχνη αὐταῖς μόνα ἐς θυρίδων ἀπολιπὼν σχῆμα, τοσοῦτον δὲ αὐτῶν συγκεχωρηκὼς ἀνεῳγέναι, ὅσον δὴ καὶ χεῖρα διεῖναι, καὶ τῶν τοξευμάτων ἐξόδους ἐπὶ τοὺς ἐνοχλοῦν2.1.16 τας ἐνθένδε λελεῖφθαι. ὕπερθεν δὲ αὐτῶν ὕψος τῷ περιβόλῳ ἐπετεχνήσατο ἐς τριάκοντα μάλιστα πόδας, οὐχ ὅλον ἐνθέμενος τὸ πάχος τῷ τείχει, ὡς μὴ τῶν θεμελίων τῇ τῶν ἐγκειμένων περιουσίᾳ βαρυνομένων ἀνήκεστόν τι τῷ ἔργῳ ξυμβαίη, ἀλλὰ τὸν ἐκείνῃ ἀέρα λίθων περιβολῇ περιελίξας, στοάν τε ἐν κύκλῳ τοῦ περιβόλου περίδρομον ἐργασάμενος, ὑπέρ τε τὴν στοὰν τὰς ἐπάλξεις ἐπιβαλών, ὥστε διώροφον μὲν πανταχόσε τὸ τεῖχος εἶναι, κατὰ δὲ τοὺς πύργους καὶ τρεῖς γεγονέναι τὰς χώρας τῶν τε ἀμυνομένων τοῦ περιβόλου καὶ τὰς ἐπ' αὐτὸν 2.1.17 ἀποκρουομένων ἐφόδους. κατὰ μέσους γάρ πη τοὺς πύργους σφαιρικὸν σχῆμα ἐνθέμενος αὖθις ἐνταῦθα ἐντέθεικεν ἐπάλξεις ἑτέρας, τριώροφον ταύτῃ τὸ τεῖχος ἀπεργασάμενος. 2.1.18 Ἔπειτα δὲ κατανενοηκὼς ὅτι δὴ καὶ τῶν πύργων διεφθάρθαι πολλούς, ᾗπέρ μοι εἴρηται, ξυνηνέχθη ἐν χρόνῳ ὀλίγῳ, καθελεῖν μὲν αὐτοὺς ὡς ἥκιστα εἶχεν, ἐν γειτόνων ἀεὶ τῶν πολεμίων ὄντων καὶ καιροφυλακούντων τε καὶ διηνεκὲς ἰχνευόντων εἴ ποτε τοῦ περιβόλου μοίρας ἀτειχίστου τινὸς ἐπιτυχεῖν οἷοί τε ὦσιν· ἐπενόει δὲ τάδε. 2.1.19 τούτους μὲν τοὺς πύργους αὐτοῦ εἴασεν, ἔκτοσθεν δὲ αὐτῶν ἑκάστου οἰκοδομίαν τινὰ ἑτέραν ἐμπείρως ἐν τετραγώνῳ ἐδείματο, ἀσφαλείας τε καὶ τῆς ἄλλης ἐπιμελείας εὖ ἔχουσαν, ταύτῃ τε τοὺς πεπονηκότας τῶν τοί2.1.20 χων ἐρύματι ἑτέρῳ ἐς τὸ ἀσφαλὲς ἐτειχίσατο. ἕνα δὲ αὐτῶν τὸν καλούμενον τῆς Φρουρᾶς ἐπικαιριώτατα καθελὼν ἀνῳκοδομήσατο ξὺν τῷ ἀσφαλεῖ καὶ πανταχόθεν τοῦ 2.1.21 περιβόλου τὸ ἐκ τῆς ἀσθενείας ἀφείλετο δέος. καὶ τῷ προτειχίσματι δὲ κατὰ λόγον διαρκὲς ὕψος ἐπισταμένως 2.1.22 ἐντέθεικεν. ἔκτοσθεν δὲ αὐτοῦ τάφρον ὤρυξεν, οὐχ ᾗπερ εἰώθασιν ἄνθρωποι τὰ τοιαῦτα ποιεῖν, ἀλλ' ἐν χώρῳ τε ὀλίγῳ καὶ τρόπῳ ἑτέρῳ· ὅτου δὲ δὴ ἕνεκα, ἐγὼ δηλώσω. 2.1.23 Τὰ μὲν ἄλλα τοῦ περιβόλου ἀπρόσβατα τοῖς τειχομαχοῦσιν ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι ἅτε οὐκ ἐφ' ὁμαλοῦ χωρίου ἑστῶτα, οὐδὲ τοῖς ἐπιοῦσιν ἔχοντος πρὸς ἐπιβουλὴν ἐπιτηδείως, ἀλλὰ κατὰ τὸ ἄναντες ἔν τε σκληρῷ καὶ ὀρθίῳ κειμένου, ἔνθα οὔτε διώρυχα οἷόν τέ ἐστιν 2.1.24 οὔτε προσβολὴν γενέσθαι τινά. ᾗ δὲ αὐτοῦ πρὸς ἄνεμον νότον ἡ πλευρὰ τέτραπται, μαλθακή τε οὖσα καὶ γεώδης ἡ χώρα καὶ πρὸς διώρυχας εὔκολος ἄγαν, εὐέφ2.1.25 οδον ταύτῃ ποιεῖ τὴν πόλιν. τάφρον οὖν ἐνταῦθα μηνοειδῆ, εὔρους τε καὶ βάθους