τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ' ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ, οὐ τὴν κτίσιν, ἀλλὰ τὴν ἑαυτοῦ ἡμέραν. Ἐξουσίαν γὰρ ἔχω, φησὶ, τῆς ἐμῆς ἡμέρας· οὐ καταρῶμαι τὴν δημιουργίαν, τὴν ἐμαυτοῦ ἡμέραν καταρῶμαι. Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννή56.579 θην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Ταῦτα λέγει καὶ ὁ Ἱερεμίας· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα κρινόμενον καὶ δικαζόμενον; Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην. Ταῦτα δὲ πάντα ἐκτραγωδοῦσιν οἱ ἅγιοι, ἵνα σὺ μετὰ ταῦτα μάθῃς, ὅτι οὐ τρυφῶντες διῆλθον τὸν βίον, ἀλλὰ μυρία κακὰ ὑπομείναντες, τοὺς ἀγῶνας διεξῆλθον. Ἀπεκλαύσατο οὖν καὶ Ἱερεμίας λέγων· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος. Μωϋσῆς ὁμοίως, ὁ μέγας καὶ θεῖος τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, καὶ αὐτός φησι τῷ Θεῶ βαρούμενος τῷ πλήθει τῶν συμφορῶν· Κύριε, σὺ εἶπας, ὅτι Εὕρηκας χάριν παρ' ἐμοὶ, καὶ οἶδά σε παρὰ πάντας· καὶ εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἄφελε τὴν ψυχήν μου ἀπ' ἐμοῦ· οὐ δύναμαι γὰρ φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου. Μικρὸν, καὶ λιθοβολήσουσί με. Μὴ ἐγὼ αὐτοὺς ὠδίνησα; μὴ ἐγὼ αὐτοὺς ἔτεκον· ὅτι λέγεις μοι· Βάστασον αὐτοὺς ὃν τρόπον βαστάζει ἡ τιθηνοῦσα τὸν παῖδα; Οὐ δύναμαι φέρειν τοῦ λαοῦ τὰ ἐλαττώματα. Ὅμως καὶ ἀποδυρόμενος καὶ πενθῶν ὡς ἄνθρωπος, οὐκ ἐβλασφήμησε ὡς ἄθεος, ἀλλ' ἐδείκνυε τὰ πάθη τῆς φύσεως, ὑπ' αὐτῶν τῶν παθῶν ἐλεγχόμενος. Οὕτω δὲ ὁμοίως τῶν προφητῶν ἕκαστος ἀποδύρεται, καὶ ὁ Ἀμβακούμ φησιν· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίας ἀνθρώπων; Ἔβλεπε γὰρ τὴν ἀδικίαν ὁ προφητικὸς χορὸς, καὶ οὐκ ἔφερεν, ἀλλ' ἐβόα Ἀμβακοὺμ λέγων· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; Ἐνώπιόν μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει, καὶ διὰ τοῦτο ἐξέρχεται τὸ κρῖμα διεστραμμένον. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς λαμβάνει, καὶ ἐξουδενεῖται ὁ νόμος. γʹ. Οὕτω πάντες ἔπασχον οἱ δίκαιοι, καὶ ἀπεδυσπέτουν πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. Ἀλλὰ μὴ ταῦτα λαβὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· μὴ εἴπῃς· Μὴ βελτίων ἐγώ εἰμι τοῦ Ἱερεμίου τοῦ καταβοήσαντος τοῦ κόσμου; μὴ τὰ ῥήματα τῆς ἰάσεως γένηταί σοι τραύματα. Ταῦτα δὲ γέγραπται, ἵνα μάθῃς ὅσον ἀγῶνα διήθλησαν, ὅσων κινδύνων μεστὸν τὸν βίον διεξῆλθον. Θέλεις μαθεῖν οἷος ὀφείλεις εἶναι; Μάθε τὰ μετὰ τὴν χάριν· Ἔπαθον προφῆται, ἔπαθον δὲ καὶ οἱ ἀπόστολοι· ἀλλ' οἱ μὲν πάσχοντες ἤλγουν, οἱ δὲ πάσχοντες ἐκαυχῶντο. Ἦλθε Παῦλος εἰς μέσον, πάσχων μὲν, οὐ κλαίων δέ· τυπτόμενος, ἀλλ' οὐκ ἀποδυρόμενος· βασανιζόμενος, ἀλλὰ καυχώμενος. Καὶ τί φησιν; Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται. Καὶ πάλιν, τυπτηθέντες οἱ ἀπόστολοι, Ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Μὴ τοίνυν τὰ πρὸ τῆς χάριτος ἐκλάβῃς εἰς ἀκολουθίαν τῆς χάριτος. Εἴρηται γὰρ ἡμῖν ταῦτα, ἵνα μάθῃς ἐκ τῶν πόνων τὴν ἐλπίδα. Οὕτω καὶ ὁ Ἰὼβ καταρᾶται τὴν ἡμέραν, καὶ πάσχει τὴν ψυχὴν, καὶ οὐ βασανίζει τὴν ψυχὴν τῇ ἀσεβείᾳ, ἀλλ' ἀνέχεται τῶν τραυμάτων, καὶ οὐ τραυματίζει τὴν ψυχὴν τῇ βλασφημίᾳ. Εἶτα, ἐπειδὴ δεῖ συντεμεῖν, συντόμως ὑμῖν ἀνακεφαλαιώσομεν τὴν ὑπόθεσιν· Ἐν τῷ ἀγῶνι τῷ κατὰ τὸν Ἰὼβ, πλὴν τοῦ Θεοῦ, πάντες ἠγνόουν τὸν σκοπὸν τοῦ ἀγῶνος. Ἰὼβ οὐκ ᾔδει ἐπὶ τίνι ἠγωνίζετο, οὐκ ᾔδει ὅτι εἰς γυμνασίαν αὐτῷ προβέβληται τὰ παλαίσματα. Οἱ φίλοι ἠγνόουν τὸν σκοπὸν τοῦ Θεοῦ, ὁ διάβολος ἠγνόει τὸ μέλλον. Εἰ γὰρ ᾔδει ὅτι ἐνικᾶτο, οὐκ ἂν ἐπεχείρησεν. Ὁ Ἰὼβ οὐκ ᾔδει τὸ ἀποβησόμενον ἐκ τοῦ ἀγῶνος. Ὅτιμὲν ὁ Θεὸς κατὰ συγχώρησιν ἐκδέδωκεν, ᾔδει ὁ Ἰὼβ, οὐ προγινώσκων, ἀλλὰ μαθὼν παρὰ Θεοῦ. Ὁ δὲ διάβολος οὐκ ᾔδει εἰς ποῖον τέλος ἀπαντήσει τὰ παλαίσματα. Εἰ γὰρ ᾔδει, οὐκ ἂν ἐπεχείρησεν, ἵνα μὴ χείρονα τὴν αἰσχύνην ἐφελκύσηται· ἀλλ' ὃ ἔπαθεν ἐπὶ τῶν μαρτύρων, τοῦτο