1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

17

ἀράχνης, προφητικῶς εἰπεῖν, ὕφηνε. Ῥᾷστα γὰρ ὁ ∆εσπότης τὸ ψεῦδος διήλεγξε, καὶ τὰς συμμορίας τῶν τούτου συνηγόρων διέλυσε. Κατὰ δὲ τῆς τοῦ Μάνεντος δυσσεβείας συνέγραψαν οἱ ἄριστοι τῆς εὐσεβείας συνήγοροι, Τῖτος καὶ ∆ιόδω ρος, ὁ μὲν τὴν Βοστρηνῶν Ἐκκλησίαν ποιμάνας, ὁ δὲ τὴν Κιλίκων ἰθύνας μητρόπολιν. Συνέγραψε δὲ καὶ ὁ Λαοδικεὺς Γεώργιος, ἀνὴρ τῆς μὲν Ἀρείου προστατεύων αἱρέσεως, τοῖς δὲ φιλοσόφοις ἐντεθραμμένος μαθήμασι. Πρὸς δὲ τούτοις καὶ ὁ Φοίνιξ Εὐσέβιος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Ἐγὼ δὲ ἐπὶ τὴν ἑτέραν μεταβήσομαι φάλαγγα. ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. Πρόλογος. αʹ. Περὶ Ἐβίωνος. βʹ. Περὶ Ναζωραίων. γʹ. Περὶ Κηρίνθου. δʹ. Περὶ Ἀρτέμωνος. εʹ. Περὶ Θεοδότου. 83.384 ϛʹ. Περὶ Μελχισεδεκιανῶν. ζʹ. Περὶ Ἐλκεσαίων ηʹ. Περὶ Παύλου τοῦ Σαμοσατέως. θʹ. Περὶ Σαβελλίου. ιʹ. Περὶ Μαρκέλλου. ιαʹ. Περὶ Φωτεινοῦ. ΠΡΟΛΟΓΟΣ. Περὶ τῶν ἀποστόλοις συνακμασάντων αἱρε τικῶν. Οἵους μὲν ἡ πικροτάτη ῥίζα τοῦ Σίμωνος ἐβλάστησε κλάδους, καὶ ὡς ὀλεθρίους ἔφυσαν οὗτοι καρποὺς, ἐν τῷ πρώτῳ βιβλίῳ σαφῶς ἐπεδείξαμεν, τὸ μὲν τῶν μύθων μῆκος ὡς ἐνῆν συντεμόντες, τῶν δὲ βλασφη μιῶν τὰς μεγίστας εἰπεῖν ὀῤῥωδήσαντες, τὰ δέ γε τῶν μιαρωτάτων ὀργίων δυσαγέστερά τε καὶ μυσα ρώτερα παραδεδωκότες σιγῇ. Πλημμελεῖν γὰρ ὑπ ελάβομεν, εἰ ταῦτα τοὺς ἀγνοοῦντας διδάξαιμεν· οὐδὲ γὰρ οἱ παντελῶς ταῖς ἡδυπαθείαις δεδουλωμένοι, εἰς ἔννοιαν ἔλαβον τὰ παρ' ἐκείνων τολμώμενα. Ταῦτα δὲ αὐτῶν ταῖς ψυχαῖς ὁ παμπόνηρος ἐνήχησε δαίμων, τὸν κατὰ κηρύκων τῆς ἀληθείας ἀναδεξάμενος πόλε μον, καὶ δόξαν πονηρὰν τῶν τὰ θεῖα πρεσβευόντων διὰ τούτων κατασκεδάσαι πειρώμενος· τῆς γὰρ ἐπωνυμίας τὴν κοινωνίαν πᾶσιν ὑπέλαβεν ἐποίσειν τὴν βλασφημίαν· Χριστιανοὶ γὰρ καὶ τῶν μυσαρῶν δογμάτων οἱ διδάσκαλοι, καὶ τῶν εὐαγγελικῶν οἱ κή ρυκες ὠνομάζοντο, καὶ πᾶς ἀγνοῶν τὸ διάφορον, πάντας ἐναγεῖς ὑπελάμβανε τοὺς τῆς μιᾶς προσηγο ρίας μετέχοντας. Καὶ ταῦτα τετόλμηκεν ὁ τῆς κακίας εὑρετὴς καὶ τεχνίτης, εὐθὺς τοῦ τῆς ἀληθείας φωτὸς ἀνατείλαντος, καὶ δίκην ἀκτίνων τοὺς θείους ἀποστό λους εἰς τὴν οἰκουμένην ἐκπέμψαντος. Ἔτι γὰρ αὐ τῶν περιόντων, καὶ Σίμων ἀνεφάνη, καὶ Μένανδρος, καὶ οἱ ἄλλοι τοῦ Σίμωνος φοιτηταὶ, ὧν καὶ πρόσθεν ἐμνήσθημεν. Καὶ Κήρινθον δέ φασιν, Ἰωάννου τοῦ πανευφήμου τοῦ τὸ θεῖον συγγράψαντος Εὐαγγέλιον ἔτι περιόντος, τὰ τῆς οἰκείας αἱρέσεως παρασπεῖραι ζιζάνια. Καὶ ὁ θεσπέσιος δὲ Παῦλος ἄλλων ἐν ταῖς πρὸς Τιμόθεον Ἐπιστολαῖς κατηγόρησε. Λέγει δὲ οὕ τως "Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει. Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέ γοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν." Εἶτα δείκνυσι τὸ τῆς ἀληθείας ἑδραῖον καὶ σταθηρόν· "Ὁ μέντοι στερεὸς θε μέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην." ∆ιδάσκει δὲ καὶ ὅπως κήδεται τῶν οἰκείων ὅλων ὁ Κύριος· "Ἔγνω γὰρ, φησὶ, Κύριος τοὺς ὄντας αὐτοῦ." Εἶτα παραινεῖ φεύγειν τῶν φαύλων τὴν κοινωνίαν· "Καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου." Ἔπειτα ἐκ παραδείγματος ἰατρεύει τοὺς δυσχεραίνοντας ὅτι τοῖς ἀγαθοῖς οἱ πονηροὶ συνδιάγουσιν.