17
Αὐτὴν κατ' αὐτὴν κριθῆναι τὴν παροῦσαν ὑπόθεσιν ἱκετεύω, καὶ μὴ ἑτέρων νῦν δοῦναι δίκας ἁμαρτημάτων. ιʹ. "Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον." Ἀντὶ τοῦ, συντελεσθήτω, ἀπαρτισθήτω ὁ Σύμμαχος τέθεικεν. Εἰ ματαία, φησὶ, δειχθείη τῶν κακίᾳ συζώντων ἡ πονηρία, σπουδαιότερον οἱ τῆς ἀρετῆς τρόφιμοι τὴν προκει μένην αὐτῆς πορείαν ποιήσονται. "Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. [ιαʹ.] 80.912 ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώ ζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ." Νεφροὺς ἐνταῦ θα τοὺς λογισμοὺς ὀνομάζει. Ἐπειδὴ γὰρ τὰς ὑπο γαστρίους ὀρέξεις οἱ νεφροὶ διεγείρουσιν, ἐντεῦθεν δὲ λοιπὸν κινοῦνται τῆς ἐπιθυμίας οἱ λογισμοὶ, νε φροὺς τροπικῶς τοὺς λογισμοὺς προσηγόρευσεν. Ὁ τοίνυν, φησὶ, τοὺς κεκρυμμένους τῆς διανοίας τῶν ἀνθρώπων λογισμοὺς ἐπιστάμενος, δικαίαν μοι παρέξει βοήθειαν, ἅτε δὴ τοῦτο ποιεῖν εἰωθώς. Τοῖς γὰρ ἀδικουμένοις ἐπαμύνων διατελεῖ. Ἐντεῦθεν λοιπὸν καὶ δεδίττεται τοὺς πονηρίᾳ συζῶν τας, τὰς δικαίας τιμωρίας ὑποδεικνύς· καὶ προαγο ρεύει τοῦ Ἀχιτόφελ τὸν ὄλεθρον. ιβʹ. "Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν." Ἔχει δὲ καὶ φιλανθρωπίαν, δι' ἣν ἐπὶ πλεῖστον φέρει τῶν ἀνθρώπων τὰ πλημμελήματα. Ἐπεὶ εἴποτε ἴδοι τοὺς ἀνθρώπους διὰ ταύτης ὄνησιν οὐ καρπουμένους, τέως ταῖς ἀπειλαῖς ἐκφορεῖ, τὴν τιμωρίαν ἀναβαλλόμενος. Εἰ δὲ καὶ ταύτης κα ταφρονήσαντες ἐπιμείναιεν ἁμαρτάνοντες, αὐτίκα τὴν πανωλεθρίαν ἐπάγει τὸ δίκαιον ἔχουσαν. Ταῦτα διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ιγʹ, ιδʹ. "Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοί μασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου." Ταῦτα γὰρ οὐ τιμωρίας, ἀλλ' ἀπειλῆς. Στιλβώσει γὰρ εἶπεν, οὐκ, ἐπάξει· καὶ, ἐνέτεινε τὸ τόξον, οὐ, τὸ βέλος ἀφῆκε· καὶ διδάσκων κατὰ τίνων ἀφήσει τὰ βέλη, εὐθὺς ἐπισυνῆψε· "Τὰ βέλη αὑτοῦ τοῖς καιομένοις ἐξειργάσατο." Οἱ γὰρ τὴν εὔπρηστον τῆς ἁμαρτίας ὕλην δεξάμενοι, καὶ ξύλα, καὶ χόρτον, καὶ καλάμην οἰκοδομήσαντες, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, τοῖς πυρφόροις τούτοις βληθήσονται βέλεσιν. ιεʹ. "Ἰδοὺ ὠδίνησεν ἀδικίαν." Ὁ Ἀχιτόφελ,τὴν πονηρὰν ἐκείνην εἰσηγησάμενος γνώμην, "Συν έλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν." Ἐκ πονηρίας γὰρ οὐδεμίαν καταλειπούσης ὑπερβολὴν, κατὰ τοῦ μηδὲν ἠδικηκότος πατρὸς τὸν παράνομον καθώπλισε παῖδα. ι ϛʹ, ιζʹ. "Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπι στρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται." Ταῖς οἰκείαις, φησὶν ἁλώσεται πάγαις, καὶ τῶν οἰκείων πόνων τὰ ἐπίχειρα δέξεται, καὶ θηρευθήσεται δι κτύοις, ἃ πρὸς ἄγραν ἑτέρων διέπηξεν. ιηʹ. "Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιο σύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ 80.913 ὑψίστου." Ἐγὼ δὲ τοσαύτης τοῦ Θεοῦ προνοίας τυχὼν, ὑμνήσω τὸν εὐεργέτην διηνεκῶς, τῆς κρί σεως τὸ δίκαιον διηγούμενος.
ΕΡΜΗΝ. ΤΟΥ Ηʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ ∆αβίδ." Ἰστέον, ὅτι ἐν ἑκάστῳ
ψαλμῷ, ἐν ᾧ οἱ Ἑβδομήκοντα εἰς τὸ τέλος τεθείκασιν, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων τῷ νικοποιῷ ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος ἐπινίκιον· καὶ οὗτος τοιγαροῦν ὁ ψαλμὸς ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ, τῷ τὸν ἐχθρὸν καὶ ἐκδικητὴν διάβολον καταλύσαν τι, καὶ τοὺς ἀνθρώπους εἰς τέλος τῆς ἐκείνου τυραν νίδος ἐλευθερώσαντι. Ληνοὺς δὲ τὰς Ἐκκλησίας προσαγορεύει, ἐπειδὴ καὶ τὸν Κύριον ἄμπελον· αὐτὸς γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή." Ταύτην δὲ τρυγῶντες οἱ πεπιστευκότες τὸν μυστικὸν κατασκευάζουσιν οἶνον. Μεγίστη δὲ καὶ αὐτὴ τῆς Ἰουδαίων ἀπι στίας κατηγορία. Πλῆθος γὰρ ληνῶν ἀκούοντες, καὶ σαφῶς εἰδότες ὡς μία τις ἐδόθη ληνὸς, μᾶλλον δὲ οὐδὲ ληνὸς, ἀλλὰ προλήνιον· "Προλήνιον γὰρ, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι στα