17
μίμημα Χριστοῦ, εἰς ὃν οἱ ἑπόμενοι προσέχοντες τὴν ἑαυτῶν ζωὴν εὐαγγελικῶς χαρακτηρίζουσιν, φωστῆρα ἀειλαμπῆ τοῖς ἐξ ἀγνοίας καὶ ἁμαρτίας νυκτομαχοῦσιν γνωριζόμενον, τὸν λόγον τῆς διδασκαλίας ἐπομβρίζοντα τοῖς διψῶσι τὰ σωτήρια, οἰκονόμον μέγιστον, τὸν ἑκάστου βίον λογοθετεῖσθαι μέλλοντα ἐν καιρῷ ἀνταποδόσεως. οὔτε οὖν μεῖζόν τι τῆς πρὸς θεὸν ἐγγύτητος καὶ ἀγάπης οὔτ' ἂν εὐμισθότερον ὡς ἡ τηλικαύτη ἐπιστασία (καθώς φησιν αὐτὸς ὁ Χριστὸς πρὸς τὸν κορυφαῖον ἀπόστολον, εἰ φιλεῖς με, Πέτρε, πλεῖον τούτων, ποίμαινε τὰ πρόβατά μου) οὔτε ἐπικινδυνότερον καὶ ὀλεθριώτερον τοῖς ἀναξίως ταύτην ἀσπαζομένοις. Ἀλλ' αὐτὸς εὖ οἶδα, πατέρων ἄριστε, ὅτι ὡς ἀγαθὸς ποιμὴν τὴν ψυχήν σου ἀεὶ τεθεικὼς εἶ ὑπὲρ τῶν σῶν προβάτων, προκινδυνεύων ὑπὲρ ἑνὸς ἑκάστου, μὴ πτοούμενος ἀπειλὰς ἀνθρωπίνας, μὴ ὑποστελλόμενος τὸν τῆς ἀληθείας λόγον ἐξ ἐναντίας τῶν ἀντιδιατιθεμένων, τὸ τοῦ μόνου βασιλέως θέλημα ἀποθεραπεύων· πρὸς τούτοις ἐλέγχων μετὰ παρρησίας, ἐπιτιμῶν μετὰ συμπαθείας, εἰρηνεύων καὶ καταλλάσσων τοὺς διισταμένους, ἀφορίζων μετὰ εὐκρισίας τὸ βέβηλον ἀπὸ τοῦ ὁσίου, τὸ ὑγιὲς ἀπὸ τοῦ νενοσηκότος, ὡς ἂν μὴ μεταδοίη τῆς οἰκείας ἀρρωστίας τὸ πλησιάζον, τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ συντετριμμένον καταδεσμεύων. Ὡς πολύ σου ὄντως τὸ ἔργον· ἡγουμένων ἐπίσκεψις, κελλιωτῶν ἐπίκρισις, πρεσβυτέρων καὶ διακόνων χειροτόνησις καὶ βίου τούτων πάντων ἐπιτήρησις, χηρῶν προστασία, ὀρφανῶν ἐπικουρία, καταπονουμένων ἐκδίκησις, ἀδικουμένων ὑπερμάχησις καὶ μέντοι καὶ ὑπεροχῆς διατήρησις. ἐπειδὴ ὅταν μηδὲν ᾖ τὸ βλάπτον καὶ κωλῦον εἰς θεοσέβειαν, ὑποτάσσεσθαι καὶ ἡμᾶς πάσῃ ἀρχῇ καὶ ἐξουσίᾳ προσήκει καὶ φιλιάζειν, εἰ δυνατόν, πρὸς ἅπαντας διὰ τῆς εὐμεταδότου καὶ φιλοφρόνου δεξιώσεως καὶ προεπιδόσεως. ἀπείη γὰρ περὶ τῆς μακαριότητός σου τὰ τῆς ἐναντίας μερίδος τῶν κακῶν ποιμένων διαγορεύειν, οἷον τῶν αἰσχροκερδῶς ποιμαινόντων τὸ ποίμνιον, τῶν εἰς ἀφορμὴν βίου λογιζομένων τοιαύτην ἀξίαν καὶ εἰς σαρκὸς ἀνάπαυσιν καὶ εἰς ἐπιθυμίας ἀπόλαυσιν, εἰς κατάσχεσίν τε πλούτου τοῦ ῥέοντος καὶ εἰς κτῆσιν πλέθρων γῆς τόσων καὶ τόσων, ἀγέλης τε ἀνδραπόδων καὶ βοσκημάτων πληθύος, καὶ διὰ τοῦτο ἀνθρωπίνως καὶ οὐ θεϊκῶς ἐπιπηδώντων τῷ ὕψει τῆς προστασίας εἰς τὸ αἴρειν τὴν ὀφρῦν κατὰ τῶν ὑποδεεστέρων καὶ προκαθέζεσθαι σοβαρῶς κατὰ τῶν ὑπερτίμων. καὶ ἐῶ λέγειν περὶ τῶν διαμαχομένων ἴσα καὶ τῶν δεκανικῶν ὑπὲρ τῶν ἀπολλυμένων πραγμάτων καὶ οὐκ ἀνθισταμένων ὑπὲρ τῶν τῆς εὐσεβείας δογμάτων ἤ, τὸ πολὺ χεῖρον τούτων, περὶ τῶν ὑποσπώντων καὶ ὑπωπιαζόντων τὰ τῶν ὑποχειρίων κἀκ τούτου συναθροιζόντων δύναμιν καὶ περιουσιασμόν. οἷς γὰρ μᾶλλον ἔδει χεῖρα ὀρέγειν πενομένοις, τούτους κατὰ μικρὸν ἐκθλίβειν οὐ παραιτούμενοι, τίνι ὁμοιωθήσονται; Πέτρῳ καὶ Ἰωάννῃ ἆρα καὶ τοῖς ὀπαδοῖς αὐτῶν; οἷς, φησίν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπῆρχεν, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις; ἢ Σίμωνι τῷ μάγῳ καὶ Ἰούδᾳ τῷ προδότῃ καὶ Γιεζῇ τῷ φιλαργύρῳ καὶ τοῖς λοιποῖς πλουσίοις τοῦ αἰῶνος τούτου; ἐκείνων δὲ λέγω, τῶν τὸ παρὸν μόνον ὅπως αὐτοῖς εὖ ἕξει σκοπούντων καὶ σάρκα θεραπευόντων καὶ τῷ χρυσῷ τῇ καρδίᾳ προστιθεμένων καὶ τοῦτον ἴσως τοκιζόντων ἢ ἐπὶ πλεονασμῷ διανειμόντων τοῖς ἐνδεέσιν καὶ πρὸς τὰ οἰκεῖα θελήματα κατακρατούντων καὶ προσπαθῶς τοῖς οὐκ ἀξίοις ἢ τοῖς ἀγχιστεύουσι χρωμένων. οἵτινες ὅλην φροντίδα κέκτηνται τάχα ἐπὶ τοῦ σπεῖραι πολλὰ καὶ ἀμήσασθαι καὶ ἐπὶ τοῦ φυτεῦσαι τοσαῦτα καὶ καρπώσασθαι καὶ ἐπὶ τοῦ προσθεῖναι καὶ πληθύναι βουκόλια ἢ ποίμνια, ὥσπερ τινὲς γεωργοὶ καιροσκοποῦντες καὶ καταπραγματευόμενοι τὰς ἐνδείας πρὸς τὸ πωλεῖν καὶ ἀγοράζειν ταῦτα καὶ ἐκεῖνα, πραγματευτικῶς καὶ ἐμπορικῶς οἱονεὶ πολιτευόμενοι, ἀλλ' οὐκ ἐπισκοπικῶς καὶ ἱερατικῶς, πρὸς τὸ μόνον πτερῶσαι ψυχὴν καὶ ἁρπάσαι κόσμου καὶ δοῦναι θεῷ καὶ