17
, ἣν εἶχεν. 224 Jo 13, 12-15 Τοῦτο εἶπεν διδάξαι αὐτοὺς θέλων τοῦ γεγονότος τὴν οἰκονομίαν καὶ ἐνάγων αὐτοὺς εἰς μίμησιν τῆς ταπεινοφροσύνης ἑαυτοῦ. διό φησιν· ὑπό δειγμα δέδωκα ὑμῖν οὐ μόνον λόγῳ, ἀλλὰ καὶ ἔργῳ τῆς τελείας ταπει νοφροσύνης παρασχὼν ὑπόδειγμα. 225 Jo 13, 16 Ὅτι γὰρ μὴ οἷόν τε ὑμᾶς δούλους τε ὄντας καὶ ἀποστόλους ἐμοὺς μείζονας εἶναι τοῦ πέμψαντος δεσπότου εὔδηλον, ἐπείπερ ὅ τε δοῦλος μέχρις ἂν δοῦλος ᾖ, ἐλάττων πολὺ τοῦ κυρίου καθέστηκεν, ὅ τε ἀπεσταλμένος μέχρις ἂν τὴν τοῦ ἀπεσταλμένου τάξιν ἐπέχῃ, οὐδαμῶς ὁμότιμος εἶναι τῷ πεπομφότι δύναται. 226 Jo 13, 17 Ἵνα μὴ αἰσχυνθῶσι ποιεῖν, ὅπερ ὁ κύριος πεποίηκε, καὶ μακαρισμὸν καλεῖ τοῦτο καὶ προτρέπει ἐπὶ τὸ ἔργον, ὅπερ ἐστὶ τέλος πάσης διδασκαλίας. 227 Jo 13, 18 Ἤιδει γὰρ αὐτός, τίνες ἦσαν ἄξιοι ἢ οὐ τῆς ἐπαγγελίας αὐτοῦ καὶ ὁμῶς ἠνείχετο τοῦ προδότου, ἵνα ἡ γραφὴ πληρωθῇ· ἡ μὲν γὰρ προδοσία γέγονε κατὰ προαίρεσιν τοῦ προδότου, ἡ δὲ γραφὴ τοῦτο ἔκπαλαι κηρύξασα νῦν διὰ τοῦ ἔργου τῆς προδοσίας ἐπληρώθη. εἰ δὲ δὴ λέγοι τις, διὰ τί εἴασεν αὐτὸν γενέσθαι προδότην, λεκτέον, ὅτι ἔθος τῷ θεῷ ἐᾶν τὸν ἄνθρωπον πράττειν, ὡς θέλει, ἐπείπερ δέδωκεν αὐτῷ τὸ αὐτεξούσιον· οὕτω γὰρ καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐποίησεν, ὁμοίως καὶ ἐπὶ τοῦ Σαούλ, καὶ οὐκ ἐξεβιάσατο αὐτὸν πρὸς ἄμεινον , ἀλλ' εἴασεν ἐν αὐτῷ, ὃ ἐβούλετο, πρᾶξαι. καὶ τοῦτον οὖν εἴασεν, ἵνα ὃς μὲν κολασθῇ, οἱ δὲ ἄλλοι μαθηταὶ στεφανωθῶσιν ὡς ἰδίᾳ προαιρέσει τὴν ἀρετὴν κατωρθωκότες. 228 Jo 13, 18 Ἡ μὲν προδοσία καὶ ἡ εἰς τὸν κύριον ἐπιβουλὴ κατὰ προαίρεσιν τοῦ Ἰσκαριώτου ἐγένετο, ἡ δὲ γραφὴ ἐκ πολλοῦ προφητεύσασα τὸ ἔργον τῆς προδοσίας διὰ τῆς ἐκβάσεως ἐπληροῦτο. ἡ δὲ τοῦ ἑνὸς μαθητοῦ ἑκούσιος παρανομία συνίστησι τῶν ἄλλων ἀποστόλων τὴν τῆς ψυχῆς ἐλευθερίαν οὐκ ἀνάγκῃ πρὸς εὐσέβειαν ἀχθέντων, ἀλλὰ προαιρέσει κατορθωσάντων τὴν πολιτείαν. 229 Jo 13, 19 Ταῦτα προεῖπεν, ἵνα μή τις εἴπῃ, ὅτι ἀγνοῶν τὴν τοῦ Ἰούδα γνώμην προεδόθη , ἀλλὰ πιστεύσωσι πάντες, ὅτι ᾔδει σαφῶς τὸ ἐσόμενον. 230 Jo 13, Οἱ γὰρ τὸν ἀποσταλέντα γνησίως δεχόμενοι τὴν πρὸς τὸν ἀποστείλαντα δεικνύασιν εὐπείθειαν καὶ εἰς τὸν πέμψαντα φθάνει τοῦ πεμφθέντος ἡ τιμή. 231 Jo 13, 21 Ἀναγκαία ἡ τοιαύτη πρόρρησις πρὸς ἀσφάλειαν τῶν ἀκουόντων λεγομένη· εἰ γὰρ συνέβη αὐτὸν μηδὲν προειπόντα παραδοθῆναι ὑπὸ τοῦ Ἰούδα, ὑπώπτευσεν ἄν τις δι' ἄγνοιαν αὐτὸν τῆς ἐκείνου μοχθηρίας τὴν ἐπιβουλὴν ὑπομεμενηκέναι. προειρηκὼς δὲ τὸ γενησόμενον καὶ σαφῶς περὶ τούτου προδιδάξας τῆς μὲν ἀγνοίας τὴν ὑποψίαν ἐξέκλινεν, τοῦ δὲ προδότου τὴν κακίαν διήλεγξεν. 232 Jo 13, 21 Ἀγανακτῶν ἐπὶ τῇ τοῦ προδότου παρανομίᾳ ἐταράχθη. 233 Jo 13, 22 ∆ιηπόρουν λογιζόμενοι τίς ἆρά ἐστιν ὁ τοῦτο μέλλων κατατολμᾶν τοῦ κυρίου. 234 Jo 13, 25-26 ∆ιὰ τὴν τῆς ἀγάπης παρρησίαν ἠρώτησε τὸν ἸηJoῦν ὁ Ἰωάννης τίς ἐστιν· ἠγωνία γὰρ ἕκαστος σφόδρα καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ πλησίου, ὁ δὲ ἸηJoῦς διὰ συμβόλου ἐπέδειξεν αὐτόν. 235 Jo 13, 26-27 Ἡ τοῦ ἄρτου ἐπίδοσις ἔλεγχος αὐτοῦ γέγονε τῆς ἀσεβείας, οὐ μὴν αἰτία τῆς ἀποστάσεως. ὅτε οὖν δημοσιευθεὶς οὐ μετεβλήθη, ἀλλ' ἐνέμεινε τῇ ἰδίᾳ κακίᾳ, τότε εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς ὑπηρέτην τῆς ἰδίας κακίας ποιησάμενος. 236 Jo 13, 27 Ὡς προφανῆ λοιπὸν ἐχθρὸν ὁ σωτὴρ κατεπείγει ποιεῖν τὸ δόξαν αὐτῷ τῷ προδότῃ. 237 Jo 13, 30 Καταφανὴς γεγονὼς πᾶσιν εὐθὺς ἐξῆλθεν ἐν αὐτῇ τῇ νυκτὶ θέλων τὸ ἑαυτοῦ θέλημα ποιῆσαι. 238 Jo 13, 31-32 Ὁ μὲν υἱὸς διὰ τοῦ πάθους θανατῶν τὸν θάνατον ἐδοξάζετο, ὁ δὲ πατὴρ δι' ὧν ἤγειρεν αὐτὸν ἐκ νεκρῶν ἐδοξάζετο ἐν αὐτῷ. διὰ μὲν οὖν τοῦ υἱοῦ ὁ πατὴρ ἐδοξάζετο, ἐπειδὴ ἐφανέρωσεν ἐν τοῖς ἀνθρώποις ὁ υἱὸς τὸ τοῦ πατρὸς ὄνομα, ἀντεδοξάζετο δὲ καὶ αὐτὸς οἰκονομικῶς ἀκούων· κάθου ἐκ δεξιῶν μου. 239 Jo 13, 33 Μετ' οὐ πολὺ γὰρ ἔμελλε παραδοθῆναι εἰς τὸ πάθος. 240 Jo 13, 33 Μετὰ γὰρ τὸ ἀναληφθῆναι εἰς οὐρανοὺς ἐπεπόθουν συνεῖναι αὐτῷ καὶ οὐκ ἠδύναντο ἐκεῖ εἶναι τέως. 241 Jo 13, 34 Καινὸν δέ ἐστι τὸ