1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

17

βασιλεύς, πρὸς τοῖς αὐτοῦ κακοῖς καὶ τοὺς ὑπὸ χεῖρα Χριστιανοὺς ἐδίωκεν. Κώνστας δὲ ἐν τῇ δύσει Φράγγους ἐπόρθησεν. σεισμοῦ δὲ γενομένου μεγάλου ἐν Κύπρῳ, Σαλαμίνης τῆς πόλεως τὰ πλεῖστα διαπέπτωκεν. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ὁ ὁμολογητὴς ἔτη γʹ. ζʹ. μαʹ. ιγʹ. αʹ. γʹ. ιδʹ. ηʹ. Τούτῳ τῷ ἔτει σεισμοῦ μεγάλου γενομένου, Νεοκαισάρεια Πόντου κατεπτώθη πλὴν τῆς ἐκκλησίας καὶ τοῦ ἐπισκοπείου καὶ τῶν ἐκεῖ εὑρεθέντων εὐλαβῶν ἀνδρῶν. οἱ δὲ Ῥωμαῖοι συνέβαλον πόλεμον μετὰ Περσῶν καὶ πολλοὺς αὐτῶν ἀνεῖλον. Τῷ δ' αὐτῷ ἔτει καὶ Παῦλος ὁ ὁμολογητὴς χειροτονεῖται ἐπίσκοπος Κωνσταντινουπόλεως. Ἀντιοχείας ἐπίσκοπος κϛʹ Φλάκιτος ἔτη ιβʹ. ηʹ. μβʹ. ιδʹ. βʹ. δʹ. ιεʹ. αʹ. Τούτῳ τῷ ἔτει σεισμοῦ γενομένου μεγάλου, Ῥόδος ἡ νῆσος κατέπεσεν. οἱ δὲ Ἀλεξανδρεῖς. Γρηγόριον τὸν λῃστρικῶς ἐπιβάντα Ἀθανασίῳ καὶ τὸν θρόνον κατασχόντα τῆς Ἀλεξανδρείας ἐπὶ ἓξ ἔτεσιν ἀνεῖλον. καὶ χειροτονεῖται Γεώργιος Ἀρειανὸς ὑπὸ Ἀρειανῶν, τέρας τι Καππαδόκιον. θ. μγʹ. ιεʹ. γʹ. εʹ. ιϛʹ βʹ. Τούτῳ τῷ ἔτει ∆υρράχη τῆς ∆αλματίας ὑπὸ σεισμοῦ διεφθάρη· καὶ Ῥώμη ἡμέρας τρεῖς ἐκινδύνευσε σειομένη· τῆς δὲ Καμπανίας ιβʹ πόλεις διεφθάρησαν. Παῦλον δέ, τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως, ἐλθὼν Κωνστάντιος εἰς τὸ Βυζάντιον τοῦ θρόνου ἀπήλασε καὶ τὸν 38 ἀσεβέστατον Εὐσέβιον τὸν Νικομηδείας ἀντεισήγαγε λῃστρικῶς καὶ ἀθέσμως, τὸ τῶν κακῶν καταγώγιον. Ῥώμης ἐπίσκοπος Λιβέριος ἔτη ϛʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐσέβιος ὁ Νικομηδείας ἔτη ιβʹ. ιʹ. μδʹ. αʹ. αʹ. ϛʹ. ιζʹ. γʹ. Τούτῳ τῷ ἔτει Κωνστάντιος τὸν ἐν Σελευκείᾳ τῆς Συρίας λιμένα πεποίηκεν ὄρος ἐπὶ πολὺ διατεμών, καὶ τὴν πόλιν ἀνῳκοδόμησεν. καὶ πόλιν ἔκτισεν ἐν τῇ Φοινίκῃ, ἣν Κωνσταντίαν κέκληκεν, τὸ πρότερον καλουμένην Ἀντάραδον. Σαβώρης δέ, ὁ τῶν Περσῶν βασιλεύς, ἐπελθὼν τῇ Μεσοποταμίᾳ Νισίβιν παρεκάθισεν ἡμέρας οηʹ καὶ πάλιν αἰσχυνθεὶς ἀνεχώρησεν. Τῷ δ' αὐτῷ ἔτει ἔκλειψις ἡλίου ἐγένετο, ὥστε καὶ ἀστέρας φανῆναι ἐν τῷ οὐρανῷ ἐν ὥρᾳ τρίτῃ τῆς ἡμέρας μηνὶ ∆αισίῳ ϛʹ. Ἀθανάσιος δὲ καὶ Παῦλος, καὶ ὅσοι ὑπὲρ τοῦ ὀρθοῦ λόγου ἐξεβλήθησαν, ἐν Ῥώμῃ πρὸς Ἰούλιον κατέφυγον, καὶ τὰ καθ' ἑαυτὸν ἕκαστος Ἰούλιον ἐδίδαξεν· ὧν ἕκαστον τῇ ἰδίᾳ ἐκκλησίᾳ μετὰ γραμμάτων ἀπεκατέστησεν. Κόσμου ἔτη εωλθʹ. Τῆς θείας σαρκώσεως ἔτη τλθʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. ιαʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. μεʹ. Ῥώμης ἐπίσκοπος Λιβέριος ἔτη ϛʹ βʹ. Κωνσταντ. ἐπίσκοπος Εὐσέβιος ἔτη ιβʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. ιηʹ. Ἀντιοχείας ἐπίσκοπος κϛʹ Φλάκιτος ἔτη ιβʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀθανάσιος καὶ Παῦλος καὶ οἱ σὺν αὐτοῖς τοῖς γράμμασιν Ἰουλίου, τοῦ πάπα Ῥώμης, θαρρήσαντες τοὺς ἰδίους θρόνους κατέλαβον. ὁ δὲ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων, μαθών, ὅτι Παύλῳ καὶ Ἀθανασίῳ διὰ γραμμάτων ὁ Ἰούλιος τοὺς ἰδίους ἀπέδωκε θρόνους, καὶ ὀργισθεὶς κελεύει αὐτοὺς ἀπελασθῆναι τῶν ἰδίων θρόνων. 39 Τῷ δ' αὐτῷ ἔτει ὁ ἥλιος πάλιν αὐχμηρότερος γέγονεν ἐν ὥρᾳ δευτέρᾳ τῆς κυριακῆς ἡμέρας. ιβʹ. μϛʹ. γʹ. γʹ. ηʹ. ιθʹ. εʹ. Τούτῳ τῷ ἔτει σεισμοῦ γενομένου μεγάλου ἐν Βηρυτῷ τῆς Φοινίκης, τὸ πλεῖστον τῆς πόλεως πέπτωκεν· ὥστε πλῆθος τῶν ἐθνικῶν εἰσεληλυθέναι εἰς τὴν ἐκκλησίαν ὁμοίως ἡμῖν χριστιανίζειν ἐπαγγελλόμενοι. ἐντεῦθεν νεωτερίσαντές τινες τοὺς τύπους τῆς ἐκκλησίας ὥσπερ ἀποσυλήσαντες ἐξῄεσαν, καὶ τόπον εὐχῆς ἐπονομάσαντες τὸ πλῆθος ἐν αὐτῷ ὑπεδέξαντο, ἅπαντα τὰ τῆς ἐκκλησίας μιμούμενοι, παραπλήσιον γεγονότες πρὸς ἡμᾶς, ὡς ἡ τῶν Σαμαρειτῶν πρὸς Ἰουδαίους αἵρεσις, ἐθνικῶς ζῶντες. ιγʹ. μζʹ. δʹ. δʹ. θʹ. κʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Σαβώρης πάλιν, ὁ βασιλεὺς Περσῶν, τὴν Νισίβιν παρακαθεσθεὶς ἱκανῶς αὐτῇ διηνόχλει, ὡς καὶ ἐλεφάντων πλῆθος ἀγαγεῖν ἐπιτηδείων πρὸς συμμαχίαν καὶ βασιλεῖς μισθωτοὺς μάγγανά τε παντοῖα, οἷς, εἰ μὴ βούλοιντο ἐκχωρήσειν, τὴν πόλιν ἐξαφανίζειν ἐκ