Chap. XVI--Preparation For The Day Of Judgment.
So, then, brethren, having received no small occasion to repent, while we have opportunity, let us turn to God who called us, while yet we have One to receive us. For if we renounce these indulgences and conquer the soul by not fulfilling its wicked desires, we shall be partakers of the mercy of Jesus. Know ye that the day of judgment draweth nigh like a burning oven, and certain of the heavens and all the earth will melt, like lead melting in fire; and then will appear the hidden and manifest deeds of men. Good, then, is alms as repentance from sin; better is fasting than prayer, and alms than both; "charity covereth a multitude of sins," and prayer out of a good conscience delivereth from death. Blessed is every one that shall be found complete in these; for alms lightens the burden of sin.
XVI 1. Ὥστε, ἀδελφοί, ἀφορμὴν λαβόντες οὐ μιδρὰν εἰς τὸ μεταμοῆσαι, καιρὸν ἔχοντες ἐπιστρέψωμεν ἐπὶ τὸν καλέσαι ἡμᾶς θεόν, ἕως ἔτι ἔχομεν τὸν παραδεχόμενον ἡμᾶς. 2. ἐὰν γὰρ ταῖς ἡδυπαθείαις ταύταις ἀποταξώμεθα καὶ τὴν ψυχὴν ἡμῶν νικήσωμεν ἐν τῷ μὴ ποιεῖν τὰς ἐπιθυμίας αὐτῆς τὰς πονηράς, μεταληψόμεθα τοῦ ἐλέους Ἰησοῦ. 3. γινώσκετε δέ, ὅτι ἔρχεται ἤδη ἡ ἡμέρα τῆς κρίσεως ὡς κλίβανος καιόμενος, καὶ τακήσονταί τινες τῶν οὐρανῶν καὶ πᾶσα ἡ γῆ ὡς μόλιβος ἐπὶ πυρὶ τηκόμενος· καὶ τότε φανήσεται τὰ κρύφια καὶ φανερὰ ἔργα τῶν ἀνθρώπων. 4. καλὸν οὖν ἐλεημοσύνη ὡς μετάνοια ἁμαρτίας· κρείσσων νηστεία προσευχῆς, ἐλεημοσύνη δὲ ἀμφοτέρων· ἀγάπη δὲ καλύπτει πλῆθος ἁμαρτιῶν, προσευχὴ δὲ ἐκ καλῆς συνειδήσεως ἐκ θανάτου ῥύεται. μακάριος πᾶς ὁ εὑρεθεὶς ἐν τούτοις πλήρης· ἐλεημοσύνη γὰρ κούφισμα ἁμαρτίας γίνεται.