Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς αὐτῆς βασιλείας τριάκοντα πέντε γεγόνασιν Ἱεροσολύμων ἐπίσκοποι. Τὴν δὲ σεβάσμιον ἡμέραν τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ, καὶ τῶν ἐγκαινίων ὡρίσαντο οἱ Πατέρες μετὰ βασιλικοῦ προστάγματος τελεῖσθαι ἀνὰ ἔτος ἕκαστον τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, ἥτις ἐστὶν ἡ πρὸς δέκα ὀκτὼ Καλανδῶν Ὀκτωβρίων, εἰς δόξαν Πατρὸς, Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ χάριτι Θεοῦ κατηντήσαμεν τῷ λόγῳ εἰς τὴν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν ἥτις ἐστὶν ἀνάδειξις τοῦ ζωοποιοῦ σταυροῦ, φέρε καθὼς οἷόν τέ ἐστιν, μικρά τι χαιρετήσαντες τὸν σταυρὸν, καταπαύσωμεν τὸν λόγον. Χαίροις τοίνυν, σταυρὲ τίμιε. Χαίροις, ὅτι ἐν σοὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς ὑψώθη, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς χαρᾶς καὶ τῆς χάριτος. Σταυρὲ τίμιε, διὰ σοῦ γὰρ ἡ ἀένναος χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βραβεύεται. Χαίροις, σταυρὲ τίμιε, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ ∆ημιουρ γὸς ἐν πάσῃ τῇ κτίσει τὴν εἰκόνα σου ἐζωγράφησεν. Χαῖρε, σταυρὲ ἔνδοξε, ὅτι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν ἐπὶ τῇ σῇ ὑψώσει ἐξαισίους ὕμνους ἀνα πέμπουσι τῷ Θεῷ. Χαίροις, σταυρέ· διὰ τοῦ γὰρ ἐν πόλεσι, καὶ ἐν νήσοις, καὶ ἐν παντὶ ἔθνει, αἱ Ἐκκλη σίαι ὀρθοδόξων τεθεμελίωνται. Χαῖρε, σταυρέ· διὰ σοῦ γὰρ πᾶν στόμα πιστῶν εἰς θεολογίαν ἀνέῳκται. Χαίροις, σταυρὲ μακάριε· διὰ σοῦ γὰρ ἄγγελοι σὺν ἀνθρώποις ἐπὶ γῆς χορεύοντες τὸν Χριστὸν ἀνυμνοῦσι. Χαίροις, σταυρέ· διὰ σοῦ γὰρ ἐν οὐρανοῖς ἄνθρωποι ὁμοίως σὺν ἀγγέλοις παρίστανται τῷ Θεῷ, μετὰ ἀνεκλαλήτου χαρᾶς τὸν Ποιητὴν δοξάζοντες. Χαῖρε, σταυρέ· διὰ σοῦ γὰρ ὁ Ἀδὰμ τῆς κατάρας ἐλυτρώθη, σκιρτῶν καὶ ἀγαλλιώμενος εἰς τὸν παράδεισον, ὡς ἐλήλυθεν, ἀπολαβὼν τὸ ἴδιον ἀξίωμα. Χαίροις, σταυρέ· σοῦ γὰρ πᾶσα διαβολικὴ δύναμις καταβέβλη ται, καὶ πᾶσα δαιμονικὴ ἐνέργεια καταπεπάτηται. Χαίροις, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς ἐν παντὶ τόπῳ πιστεύεται, καὶ ᾄδεται, ὑμνεῖται, δοξολογεῖται καὶ γνωρίζεται. Χαί ροις, σταυρέ· διὰ σοῦ γὰρ πᾶσα ψυχὴ Χριστῷ πι στεύουσα σώζεται. Χαίροις, σταυρέ· διὰ σοῦ γὰρ τὰ ἀναφαίρετα ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται. Καὶ τί εἴπωμεν, 4073 ἢ τί παραλίπωμεν; Πῶς ἀνυμνήσωμεν τὴν δύναμιν τοῦ ∆εσποτικοῦ σταυροῦ; Ὦ ὄνομα σταυροῦ, ἐν ᾧ τὰ μεγαλεῖα τῶν τοῦ Χριστοῦ μυστηρίων κέκρυπται, ἀγγέλοις αἰδέσιμον, καὶ ἀνθρώποις σεβάσμιον! Τί γὰρ ἐρασμιώτερον ὀνόματος σταυροῦ, ἡδύτερον Χρι στιανοῖς; Τί δὲ τούτου ἐνεργέστερον εἰς θαυματουρ γίαν; Σταυρὸς Ἐκκλησίας θεμέλιος. Σταυρὸς θείας δυναστείας σημεῖον. Σταυρὸς ἀγγέλων χαρὰ καὶ δαιμόνων πένθος. Σταυρὸς ὀλετὴρ δαιμόνων. Σταυ ρὸς παντὸς κόσμου ὁ φωστὴρ ἀειφανὴς καὶ παντο φαής. Σταυρὸς τεῖχος ἀκράδαντον, ἀῤῥαγὲς καὶ ἀκα ταπολέμητον πάσης τῆς οἰκουμένης. Σταυρὸς ἱερέων δόξα καὶ κράτος. Σταυρὸς στρατοπέδων παντευχία. Σταυρὸς πόλεως φυλακτήριον. Σταυρὸς διαβόλου πανολεθρία. Σταυρὸς λαῶν εὐφροσύνη. Σταυρὸς Χρι στιανῶν ἐλπίς. Σταυρὸς ἀσθενούντων ἰατρός. Σταυρὸς εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς χειμαζο μένων λιμήν. Σταυρὸς πολεμουμένων εἰρήνη. Σταυρὸς ὀρθοδόξων καύχημα καυχημάτων. Σταυρὸς εἰδωλολατρείας κατάλυσις, καὶ εὐσεβείας ἀνόρθωσις. Σταυρὸς παρθενίας διδάσκαλος, καὶ σωφροσύνης φύλαξ. Σταυρὸς δικαίων ἀσφάλεια καὶ ἁμαρτωλῶν μετάνοια. Σταυρὸς μοναζόντων ἐγκαλλώπισμα, καὶ σεμνῶς βιούντων δόξα. Σταυρὸς νηπίων φύλαξ, καὶ νέων σωφροσύνη, καὶ γερόντων βακτηρία. Σταυρὸς πτωχῶν ἀδαπάνη τος πλοῦτος, πεπλανημένων ἀπλανὴς ὁδηγός. Σταυ ρὸς ἀνάπαυσις ἐν κόποις ἡμερινοῖς. Σταυρὸς ἐθνῶν εὐταξία καὶ παντὸς τοῦ κόσμου γαλήνη. Καὶ τί εἴπω, ἢ τί παραλίπωμεν; ἢ πῶς σε ἀνυμνήσωμεν, σταυρὲ ἁγιώτατε. Ὅτι σὲ μόνον ἀπὸ πάσης κτίσεως ὁ βασιλεὺς ᾑρετίσατο, καὶ ἀνέδειξεν ὅπλον ἀήττητον κατὰ τοῦ διαβόλου καὶ τοῦ θανάτου. ∆ιὸ μακάριοι πάντες οἱ

18