1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

18

δείκνυσι τοὺς «παραλύοντας τοὺς κανόνας». εἰ γὰρ νομίμη ἦν ἡ κατάστασις, οὐκ ἂν διὰ παρανομίας ἠνάγκαζε πείθεσθαι τοὺς νομίμως ἀπειθοῦντας αὐτῷ. καὶ ὅμως τοιούτων γενομένων γράφετε «εἰρήνην με γάλην γεγενῆσθαι ἐν τῇ Ἀλεξανδρείᾳ καὶ τῇ Αἰγύπτῳ», ἐκτὸς εἰ μὴ ἀντιμεταβέβληται τὸ ἔργον τῆς εἰρήνης καὶ τὰ τοιαῦτα εἰρήνην ὀνομάζετε.

31.1 Κἀκεῖνο δὲ ὑμῖν ἀναγκαῖον ἐνόμισα δηλῶσαι ὅτι Ἀθανάσιος διεβεβαιοῦτο Μα κάριον ἐν Τύρῳ ὑπὸ στρατιώτας γεγενῆσθαι καὶ μόνον τὸν κατήγορον ἀπεληλυθέναι μετὰ τῶν ἀπελθόντων εἰς τὸν Μαρεώτην, καὶ τοὺς μὲν πρεσβυτέρους ἀξιοῦντας παρεῖναι ἐν τῇ ἐξετάσει μὴ συγκεχωρῆσθαι, τὴν δὲ ἐξέτασιν γεγενῆσθαι περὶ ποτηρίου καὶ τρα πέζης ἐπὶ παρουσίᾳ τοῦ ἐπάρχου καὶ τῆς τάξεως αὐτοῦ παρόντων ἐθνικῶν καὶ Ἰουδαίων. τοῦτο δὲ κατὰ τὰς ἀρχὰς ἄπιστον ἦν, εἰ μὴ καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυτο, ἐφ' ᾧ 31.2 καὶ ἐθαυμάσαμεν, νομίζω δὲ καὶ ὑμᾶς ἔτι θαυμάζειν, ἀγαπητοί. πρεσβύτεροι μὲν οὐκ ἐπιτρέπονται παρεῖναι οἱ καὶ τῶν μυστηρίων λειτουργοὶ τυγχάνοντες, ἐπὶ δὲ ἐξωτικοῦ δικαστοῦ παρόντων κατηχουμένων καὶ τό γε χείριστον, ἐπὶ ἐθνικῶν καὶ Ἰουδαίων τῶν διαβεβλημένων περὶ τὸν Χριστιανισμὸν ἐξέτασις περὶ αἵματος Χριστοῦ καὶ σώματος Χριστοῦ γίνεται. εἰ γὰρ καὶ ὅλως ἐγεγόνει τι πλημμέλημα, ἔδει ἐν τῇ ἐκκλησίᾳ ὑπὸ κλη ρικῶν νομίμων ἐξετάζεσθαι τὰ τοιαῦτα καὶ μὴ ὑπὸ ἐθνικῶν τῶν τὸν λόγον βδελυσσο μένων καὶ μὴ εἰδότων τὴν ἀλήθειαν. τοῦτο δὲ τὸ ἁμάρτημα ἡλίκον καὶ ὁποῖόν ἐστι, συνορᾶν καὶ ὑμᾶς καὶ πάντας πεπίστευκα. περὶ μὲν Ἀθανασίου τοιαῦτα·

32.1 Περὶ δὲ Μαρκέλλου, ἐπειδὴ καὶ περὶ αὐτοῦ ὡς ἀσεβοῦντος εἰς τὸν Χριστὸν ἐγράψατε, δηλῶσαι ὑμῖν ἐσπούδασα ὅτι ἐνταῦθα γενόμενος διεβεβαιώσατο μὲν μὴ εἶναι ἀληθῆ τὰ περὶ αὐτοῦ γραφέντα παρ' ὑμῶν, ὅμως δὲ ἀπαιτούμενος παρ' ἡμῶν εἰπεῖν περὶ τῆς πίστεως οὕτως μετὰ παρρησίας ἀπεκρίνατο δι' ἑαυτοῦ ὡς ἐπιγνῶναι μὲν ἡμᾶς ὅτι 32.2 μηδὲν ἔξωθεν τῆς ἀληθείας ὁμολογεῖ. οὕτως γὰρ εὐσεβῶς περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὡμολόγησε φρονεῖν, ὥσπερ καὶ ἡ καθολικὴ ἐκκλησία φρονεῖ· καὶ οὐ νῦν ταῦτα πεφρονηκέναι διεβεβαιώσατο, ἀλλὰ καὶ ἔκπαλαι, ὡσπεροῦν καὶ οἱ ἡμέτεροι πρεσβύτεροι τότε ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γενόμενοι ἐμαρτύρησαν αὐτοῦ τῇ ὀρ θοδοξίᾳ. καὶ γὰρ καὶ τότε καὶ νῦν κατὰ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πεφρονηκέναι διισχυρίσατο, ἐφ' ᾧ καὶ ὑμᾶς ὑπομνῆσαι δίκαιόν ἐστιν, ἵνα μηδεὶς τὴν τοιαύτην αἵρεσιν 32.3 ἀποδέχηται, ἀλλὰ βδελύττηται ὡς ἀλλοτρίαν τῆς ὑγιαινούσης διδασκαλίας. ὀρθὰ τοίνυν αὐτὸν φρονοῦντα καὶ ἐπὶ ὀρθοδοξίᾳ μαρτυρούμενον τί πάλιν καὶ ἐπὶ τούτου ἔδει ποιεῖν ἡμᾶς ἢ ἔχειν αὐτόν, ὥσπερ καὶ εἴχομεν, ἐπίσκοπον καὶ μὴ ἀποβάλλειν τῆς 32.4 κοινωνίας; ταῦτα μὲν οὖν ἐγὼ οὐχ ὡς ὑπεραπολογούμενος αὐτῶν γέγραφα, ἀλλ' ἕνεκα τοῦ πιστεῦσαι ὑμᾶς ὅτι δικαίως καὶ κανονικῶς ἐδεξάμεθα τοὺς ἄνδρας, καὶ μάτην φιλονεικεῖτε, ὑμᾶς δὲ δίκαιόν ἐστι σπουδάσαι καὶ πάντα τρόπον καμεῖν, ἵνα τὰ μὲν παρὰ κανόνα γενόμενα διορθώσεως τύχῃ, αἱ δὲ ἐκκλησίαι εἰρήνην ἔχωσι πρὸς τὸ τὴν τοῦ κυρίου εἰρήνην τὴν δοθεῖσαν ἡμῖν παραμεῖναι καὶ μὴ σχίζεσθαι τὰς ἐκκλησίας μηδὲ ὑμᾶς ὡς αἰτίους σχίσματος μέμψιν ὑπομεῖναι. ὁμολογῶ γὰρ ὑμῖν τὰ γενόμενα οὐκ εἰρήνης, ἀλλὰ σχίσματος προφάσεις εἰσίν.

33.1 Οὐ γὰρ μόνον οἱ περὶ Ἀθανάσιον καὶ Μάρκελλον οἱ ἐπίσκοποι ἐληλύθασιν ἐνταῦθα αἰτιώμενοι κατ' αὐτῶν ἀδικίαν γεγονέναι, ἀλλὰ καὶ πλεῖστοι ἄλλοι ἐπίσκοποι ἀπὸ Θρᾴκης, ἀπὸ Κοίλης Συρίας, ἀπὸ Φοινίκης καὶ Παλαιστίνης. καὶ πρεσβύτεροι μὲν οὐκ ὀλίγοι, ἄλλοι δέ τινες ἀπὸ Ἀλεξανδρείας καὶ ἄλλοι ἐξ ἄλλων μερῶν, ἀπήντησαν εἰς τὴν ἐνταῦθα σύνοδον, ἐπὶ πάντων τῶν συνελθόντων ἐπισκόπων πρὸς τοῖς ἄλλοις οἷς ἔλεγον ἔτι καὶ ἀπωδύροντο βίαν καὶ ἀδικίαν τὰς ἐκκλησίας πεπονθέναι, καὶ ὅμοια τῶν κατὰ Ἀλεξάνδρειαν καὶ τὰς ἑαυτῶν καὶ ἐν