εὐνούχου Ἰουδαίου. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου αὕτη· Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ὧν εἷς ἦν ὁ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι, τεθείσης ἐπαγγελίας αἰτῆσαι τὸν νικῶντα, ὅπερ ἂν ἐθελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, τοῦ δὲ ἑτέρου εἰρηκότος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ διετείνατο νικᾷν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν αὐτὸς ἀφε θῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱε ρουσαλήμ. Καὶ γέγονεν ὡς ἠξίωσε· καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ ἑξήκοντα ἔτη τῆς ὀργῆς. Εἰσὶ δὲ οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμα λωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται πάν τες ὁμοῦ τὸν ἀριθμὸν μυριάδες τέσσαρες καὶ δισχί λιοι καὶ τριακόσιοι καὶ ἑξήκοντα· παῖδες δὲ αὐτῶν καὶ παιδίσκαι, ζτλδʹ· οἱ ᾄδοντες σμεʹ· κάμηλοι υλεʹ· ὄνοι ψκʹ. Καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας· ὁ δὲ Ἔσδρας,εὐφυὴς ὢν ἐν τῷ νόμῳ, αὐτὸς προεκόμισε τὸν νόμον καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν, καὶ τοὺς Λευΐτας αὐτὸς ἔδειξεν ἐκ τοῦ νόμου, καὶ ἐποίησεν ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας ἀπὸ τῶν λαβόντων αὐτὰς ἐν καιρῷ τῆς αἰχμαλωσίας. Ἐξέβαλον γὰρ πάντες καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησαν τὸ Πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν. 28.332 Ἐν δὲ τῷ δευτέρῳ λόγῳ τὰ αὐτὰ μὲν πάλιν λέγει περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβλημάτων· τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου, ὅτι καὶ αὐ τὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ, καὶ ὅτι ὁ μὲν Ἔσδρας ἀνεγίνωσκεν· Ἰησοῦς δὲ καὶ Βαναίας καὶ Ἀβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστελλεν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκεν ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ Πάσχα. Καὶ τῷ ἑβδόμῳ μηνὶ ἐποίησαν τὴν νηστείαν, καὶ τὴν Σκηνοπηγίαν, ὡς γέγραπται· «Ὅτι,» φησὶν, «οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ.» Ἔσδρας δὲ, ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀσωτίους τοῖς Ἑβραίοις, πενθήσας καὶ κλαύσας, ἐποίησε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ· καὶ ἐξέβαλε τὰς γυναῖκας ὡς παράνομον γάμον· καὶ ὤμοσαν πάντες φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες, ηὐφράνθησαν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ. Ἱστορεῖ ται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι, ἀπολομένων τῶν βιβλίων ἐξ ἀμελείας τῶν λαῶν, καὶ διὰ τὴν πο λυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα καθ' ἑαυτὸν, καὶ λοιπὸν προήνεγκε, καὶ πᾶσιν ἐκδέδωκε, καὶ οὕτως διασώζεται τὰ βιβλία. Βιβλίον ιγʹ, Ψαλτήριον ∆αβίδ. Εἰ καὶ τοῦ ∆αβὶδ ἐπιγραφὴν ἔχει μόνου τοῦτο τὸ βιβλίον τῶν Ψαλμῶν, ἀλλὰ πολλῶν καὶ ἄλλων εἰ σὶν ἐν τούτῳ ψαλμοὶ, τοῦ τε Ἀσὰφ δηλονότι, καὶ τῶν Ἰδιθοὺμ, καὶ τῶν υἱῶν Κορὲ, καὶ Ἀγγαίου, καὶ Ζαχαρίου, καὶ Αἰμὰν τοῦ Ἰσραηλίτου. Εἰσὶ δὲ καὶ κοι νῶς παρὰ πάντων ὁμοῦ εἰρημένοι τινὲς, ὅσοι δηλαδὴ ἔχουσι τὸ «Ἀλληλούϊα.» Ὁ γοῦν Ἔσδρας, συναγαγὼντούτους πάντας τοὺς παρ' ἑκάστου εἰρημένους ψαλ μοὺς, εἰς μίαν συνέθηκε βίβλον· καὶ ὡς μὲν κοινῶν ὄντων πάντων τῶν ἐν αὐτῇ περιεχομένων, βίβλος κα λεῖται Ψαλμῶν· ἐπιγράφεται δὲ μόνον τὸν ∆αβὶδ, ἐπειδὴ αὐτὸς πρῶτος λαβὼν τὸ πνεῦμα τοῦ ψάλλειν παρὰ τοῦ Θεοῦ, πρῶτός τε συνέθηκε καὶ ἔγραψε ψαλ μούς· τούς τε προλεχθέντας λοιποὺς ψαλτῳδοὺς, αὐ τὸς ἀπὸ τῶν ἱερέων ἐκλεξάμενος διετύπωσε, καὶ τήν τε στάσιν αὐτοῖς τῶν τόπων, καὶ τὴν τάξιν τῆς μελῳ δίας, καὶ τὸν καιρὸν τὸν πρωϊνὸν, καὶ τὸν ἑσπερινὸν ὥρισε καὶ διέταξεν· ὥστε τοὺς μὲν ἀνοιγομένου τοῦ ἱεροῦ, τοὺς δὲ
18