βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς γὰρ ∆εσποτικῆς τρα πέζης ἠξίωνται. Οὐ μεριμνῶσι περὶ ἀμφιάσεως· Χριστὸν γὰρ ἐνδέδυνται. 28.1533 Τῶν οὖν ἀμφοτέρων ταγμάτων εἷς ἐστι δεσπό της ὁ Κύριος. Ὥσπερ γὰρ ἐκ τοῦ αὐτοῦ σίτου ἐστὶ καὶ τὸ ἄχυρον καὶ τὸ σπέρμα, οὕτως ἐκ τοῦ αὐτοῦ Θεοῦ εἰσι καὶ οἱ κατὰ τὸν κόσμον σεμνῶς βιοῦντες, καὶ οἱ τὸν μονήρη ἐπανῃρημένοι βίον. Καὶ γοῦν τῶν ἀμφοτέρων χρεία ἐστί· τῶν μὲν φύλλων πρὸς χρείαν καὶ φυλακὴν τοῦ σπέρματος, τοῦ δὲ καρποῦ ἀναγ καία ἡ κτῆσις· γένεσις γὰρ τοῦ παντὸς τυγχάνει. Ὥσπερ γὰρ οὐκ ἐγχωρεῖ κατὰ ταυτὸ καὶ βοτάνην εἶναι καὶ σπέρμα, οὕτως ἀδύνατον, τῆς κοσμικῆς δό ξης ἡμῖν περικειμένης, καρπὸν οὐράνιον ποιῆσαι. Τῶν δὲ φύλλων ἀποῤῥυέντων, καὶ τῆς καλάμης ξη ρανθείσης, ἐπιτήδειος ὁ στάχυς πρὸς θερισμόν ἐστι. Καὶ ἡμεῖς οὖν, ἀποβαλοῦσαι τὴν ἐκ γῆς φαντασίαν ἀντὶ τῶν φύλλων, καὶ ξηράνασαι ἑαυτῶν τὸ σῶμα ὡς τὴν καλάμην, ὑψώσασαι δὲ ἑαυτῶν τὸν λογισμὸν, δυ νησόμεθα σπέρμα σωτηρίας γεννῆσαι. Ἐπικίνδυνον τὸν μὴ διὰ πρακτικοῦ βίου ἀχθέν τα, διδάσκειν ἐπιχειρεῖν. Ὥσπερ γὰρ ἂν, εἴ τις οἰκίαν ἔχων σαθρὰν, ξένους ὑποδεξάμενος, βλάψει τῇ πτώσει τοῦ οἰκήματος· οὕτω καὶ οὗτοι, μὴ πρότερον ἑαυτοὺς ἀσφαλῶς οἰκοδομήσαντες, καὶ τοὺς προσελθόντας σὺν αὐτοῖς ἀπώλεσαν. Τοῖς μὲν γὰρ λόγοις προεκαλέσαντο εἰς σωτηρίαν, τῇ δὲ τοῦ τρόπου κακίᾳ, τοὺς συλλεγέντας μᾶλλον ἠδίκησαν. Ἡ μὲν γὰρ ψιλὴ τῶν λόγων ἔκθεσις ἔοικε γραφαῖς διὰ χρωμάτων εὐαπο πτώτων συνιστάσαις, ἅστινας σμικρότατος χρόνος διέλυσεν ἀνέμων ῥιπαῖς καὶ ὑετῶν σταγόσι· τὴν δὲ ἔμπρακτον διδασκαλίαν οὐδ' ὁ πᾶς αἰὼν διαλῦσαι δυ νηθείη. Τὰ γὰρ στερεὰ τῆς ψυχῆς ἐκκολάπτων ὁ λόγος, αἰώνιον ἄγαλμα Χριστοῦ τοῖς πιστοῖς δω ρεῖται. ∆έον οὖν καὶ ἡμᾶς μὴ ἐπιπόλαιον τῆς ψυχῆς ποιεῖσθαι τὴν θεραπείαν, ἀλλ' ὅλην αὐτὴν δι' ὅλου κοσμεῖν, μάλιστα τοῦ βάθους μὴ ἀμελούσας. Τριχῶν ἐποιησάμεθα τὴν ἀφαίρεσιν· συναφέλωμεν καὶ τοὺς ἐν τῇ κεφαλῇ σκώληκας· μονάσαντες γὰρ οὗτοι, ἐπὶ πλεῖον ἡμᾶς ὀδυνήσουσι. Τὸ μὲν γὰρ τρίχωμα ἡμῶν ἦν ὁ κατὰ τὸν βίον κόσμος, τιμαὶ, δόξαι, χρημάτων κτῆσις, λαμπραὶ ἐσθῆτος στολαὶ, λουτρῶν χρήσεις, βρωμάτων ἀπολαύσεις. Ταῦτα ἐδόξαμεν ἀποβάλλειν· ἀλλὰ τοὺς ψυχοφθόρους σκώληκας μᾶλλον ἐξώσωμεν. Τίνες δέ εἰσιν οὗτοι; καταλαλιὰ, ἐπιορκία, φιλαργυ ρία. Ἡ οὖν κεφαλὴ ἡμῶν ἐστιν ἡ ψυχή· καὶ ἕως μὲν ἐν ταῖς ὕλαις τῶν κοσμικῶν πραγμάτων ἐσκέ ποντο τὰ θηρία, ἐδόκουν λανθάνειν· νῦν δὲ, γυμνω θέντα, πᾶσίν ἐστιν ἔκδηλα· διὰ τοῦτο ἐν παρθένῳ ἢ ἐν μοναχῷ προφανῆ τυγχάνει καὶ τὰ εὐτελέστερα ἁμαρτήματα· ὥσπερ γὰρ ἐν καθαρῷ οἰκήματι κατα φανὲς πᾶσι γίνεται τὸ ὀφθὲν θηρίον, κἂν βραχύτατον τυγχάνῃ· ἐν δὲ τοῖς κοσμικοῖς ὥσπερ ἐν ἀκαθάρτοις σπηλαίοις ἐμφωλεύοντα τὰ μέγιστα τῶν ἰοβόλων λαν θάνει, ὑπὸ τῆς συνεχοῦς ὕλης καλυπτόμενα. ∆έον οὖν ἐφ' ἡμῶν καθαίρειν τὸν οἶκον διηνεκῶς, καὶ περιβλέ πεσθαι μή τι τῶν ψυχοφθόρων ζωϋφίων παρεισδύῃ ἐν τοῖς τῆς ψυχῆς ταμείοις· καὶ θυμιᾷν δὲ τοὺς τό 28.1536 πους τῷ θείῳ θυμιάματι τῆς προσευχῆς. Ὥσπερ γὰρ τὰ ἰοβόλα ζῶα τὰ δριμύτερα τῶν φαρμάκων ἀπελαύ νει, οὕτω λογισμὸν ῥυπαρὸν εὐχὴ μετὰ νηστείας ἐκδιώκει. Ἓν δὲ τῶν ψυχοφθόρων ἐστὶ θηρίων καὶ τὸ ὑποσυρῆναι παρὰ τῶν λεγόντων εἶναι εἱμαρμένην, ἥνπερ καὶ γένεσιν καλοῦσι. Κέντρον δέ ἐστι καὶ τοῦτο τοῦ διαβόλου δεινότατον. Καὶ ταῖς μὲν σπουδαίαις ψυχαῖς πολλάκις κατὰ νοῦν μόνον φαντασίαν λοιμι κὴν κινῆσαν, ἀφίπταται· τῶν δὲ ἀμελεστέρων καὶ δεσπόζει. Οὐδεὶς γὰρ τῶν κατ' ἀρετὴν βιούντων ἐμπι στεύει ἢ παραδέχεται τὸ φρενοβλαβὲς καὶ μάταιον τοῦτο φρόνημα·
18