18
οὐδ' ἡμεῖς ἀντιλέγομεν· οὐ μὴν εἰ ὠφελήθησάν τινες καὶ αὖ ἐλυπή θησαν ἕτεροι, θεοὺς νοοῦμεν τοὺς ἐφ' ἑκάτερα ἐνεργήσαντας, ἀλλὰ καὶ ᾧ λόγῳ νομίζετε ἰσχύειν τὰ εἴδωλα καὶ τίνες οἱ ἐνεργοῦντες ἐπιβατεύοντες αὐτῶν τοῖς ὀνόμασιν, ἐπ' ἀκριβὲς ἐξητάκαμεν. ἀναγκαῖον δέ μοι μέλλοντι δεικνύειν, τίνες οἱ ἐπὶ τοῖς εἰδώλοις ἐνεργοῦντες καὶ ὅτι μὴ θεοί, προσχρήσασθαί τισι καὶ τῶν ἀπὸ φιλοσοφίας μάρτυσιν. πρῶτος Θαλῆς διαιρεῖ, ὡς οἱ τὰ ἐκείνου ἀκριβοῦντες μνημονεύουσιν, εἰς θεόν, εἰς δαίμονας, εἰς ἥρωας. ἀλλὰ "θεὸν" μὲν "τὸν νοῦν τοῦ κόσμου" ἄγει, "δαίμονας" δὲ "οὐσίας" νοεῖ "ψυχικὰς καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς" τῶν ἀνθρώπων, "ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλους". Πλάτων δὲ τὰ ἄλλα ἐπέχων καὶ αὐτὸς εἴς τε τὸν ἀγένητον θεὸν καὶ τοὺς ὑπὸ τοῦ ἀγενήτου εἰς κόσμον τοῦ οὐρανοῦ γεγονότας, τούς τε πλανήτας καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ εἰς δαίμονας τέμνει· περὶ ὧν δαιμόνων αὐτὸς ἀπαξιῶν λέγειν, τοῖς περὶ αὐτῶν εἰρηκόσιν προσέχειν ἀξιοῖ· "περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, κἄνπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγωσιν, ἀλλὰ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ' ἐκείνους καὶ ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Oὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγεννήθησαν, τούτων δὲ Φόρκος Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, οὓς ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν ἔτι τε τούτων ἄλλους ἐκγόνους." ἆρ' οὖν ὁ τὸν ἀΐδιον νῷ καὶ λόγῳ κατα λαμβανόμενον περινοήσας θεὸν καὶ τὰ ἐπισυμβεβηκότα αὐτῷ ἐξ ειπών, τὸ ὄντως ὄν, τὸ μονοφυές, τὸ ἀγαθὸν ἀπ' αὐτοῦ ἀποχεόμενον, ὅπερ ἐστὶν ἀλήθεια, καὶ περὶ "πρώτης δυνάμεως"· ... καὶ "περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶν καὶ ἐκείνου ἕνεκεν πάντα καὶ ἐκεῖνο αἴτιον πάντων" καὶ περὶ δευτέρου καὶ τρίτου "δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα", περὶ τῶν ἐκ τῶν αἰσθητῶν, γῆς τε καὶ οὐρανοῦ, λεγομένων γεγονέναι μεῖζον ἢ καθ' ἑαυτὸν τἀληθὲς μαθεῖν ἐνόμισεν; ἦ οὐκ ἔστιν εἰπεῖν. ἀλλ' ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν ἑπομένων τοῖς γιγνομένοις τελῶν καὶ ἔτι τούτου ἀδυνατώτερον μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ' ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος. καὶ τὸ εἰρημένον αὐτῷ "ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ