1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

18

οὔτε μὴν παρὰ τῷ ὑπ' αὐτὸν τεταγμένῳ λαῷ, αἰσχυνθεὶς μετὰ αἰδοῦς καὶ πολλῶν δακρύων ἐξελεύσεται εἰρηνικῶς κατανενυγμένος, καὶ μενεῖ κεκαθαρισμένον τὸ ποίμνιον, προσκλαύσει τε τῷ Θεῷ καὶ μετανοήσει ἐφ' οἷς ἥμαρτεν, καὶ ἕξει ἐλπίδα· καὶ τὸ ποίμνιον ὅλον, θεασάμενον ἐκείνου τὰ δάκρυα, νουθεσίαν ἕξει, ὅτι ὁ ἁμαρτὼν διὰ μετάνοιαν οὐκ ἀπόλλυται. ∆ιὰ τοῦτο οὖν, ὦ ἐπίσκοπε, σπούδαζε καθαρὸς εἶναι τοῖς ἔργοις, γνωρίζων τὸν τόπον σου καὶ τὴν ἀξίαν, ìς Θεοῦ τύπον ἔχων ἐν ἀνθρώποις τῷ πάντων ἄρχειν ἀνθρώπων, ἱερέων, βασιλέων, ἀρχόντων, πατέρων, υἱῶν, διδασκάλων καὶ πάντων ὁμοῦ τῶν ὑπηκόων. Καὶ οὕτως ἐν Ἐκκλησίᾳ καθέζου τὸν λόγον ποιούμενος, ὡς ἐξουσίαν ἔχων κρίνειν τοὺς ἡμαρτηκότας, ὅτι ὑμῖν τοῖς ἐπισκόποις εἴρηται· «Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» Κρῖνε οὖν, ὦ ἐπίσκοπε, μετὰ ἐξουσίας ὡς Θεός, ἀλλὰ τοὺς μετανοοῦντας προσλαμβάνου· ὁ Θεὸς γὰρ Θεός ἐστιν ἐλέους. Ἐπίπλησσε τοῖς ἁμαρτάνουσιν, νουθέτει τοὺς μὴ ἐπιστρέφοντας, παρακάλει τοὺς ἑστῶτας ἐμμένειν τοῖς καλοῖς, τοὺς μετανοοῦντας προσδέχου, ὅτι Κύριος ὁ Θεὸς μετὰ ὅρκου ἐπηγγείλατο ἄφεσιν παρασχεῖν τοῖς μετανοοῦσιν ἐφ' οἷς ἥμαρτον. Λέγει γὰρ διὰ τοῦ Ἰεζεκιήλ· «Eἰπὸν πρὸς αὐτούς· Ζῶ ἐγώ, λέγει Κύριος Ἀδωναΐ, εἰ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἢ ἐν τῷ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ἐπιστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;» Ἐνταῦθα αὔθις ὁ λόγος εὐέλπιδας ἐποίησεν τοὺς ἡμαρτηκότας, ὅτι, ἐὰν μετανοήσωσιν, ἐλπίδα σωτηρίας ἕξουσιν, μή ποτε ὡς ἀπηλγηκότες ἑαυτοὺς ἐκδώσωσι ταῖς παρανομίαις, ἀλλ' ἔχοντες ἐλπίδα σωτηρίας ἐπιστραφέντες προσκλαύσωσιν Θεῷ περὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ μετενοήσωσιν ἐκ καρδίας ἐξευμενισάμενοι αὐτόν, καὶ λήψονται παρ' αὐτοῦ τὴν ἀμνη στίαν ὡς παρὰ πατρὸς ἀγαθοῦ. Τοὺς μέντοι ἀναμαρτήτους τοιούτους μένειν χρὴ καὶ μὴ χρείαν ἔχειν τῆς πείρας τῶν ἁμαρτιῶν, ὅπως μὴ δέωνται ὀδύνης, λύπης καὶ κλαυθμῶν ἀφέσεως. Τί γὰρ οἶδας, ἄνθρωπε, ἁμαρτήσας, εἰ ἡμέρας ἐν τῷδε τῷ βίῳ ζήσεις, ἵνα καὶ μετανοήσῃς; Ὅτι ἄδηλος ἡ ἔξοδός σου ἐκ τοῦ βίου ὑπάρχει, καὶ ἐν ἁμαρτίαις τελευτήσαντι μετάνοια οὐκ ἔστιν, ὡς λέγει διὰ τοῦ ∆αυίδ· «Ἐν δὲ τῷ ᾅδῃ τίς