ἀλλ' ἐν οὐρανῷ αὐτὸς ὁ Θεὸς ᾧ μόνῳ λατρεύουσί τε καὶ προσεδρεύουσι. Καὶ τῇ ἡμέρᾳ ᾖ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, καὶ ἡ νεφέλη ἐκάλυ πτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Παγείσης δὲ τῆς Ἐκκλησίας τῶν πιστῶν, ὁ Χριστὸς ἄνωθεν ἐσκέπασεν αὐτὴν, τοῖς μὲν τῆς ἡμέρας* ἤως τοῖς πεφωτισμένοις λαμπρότητι βίου καὶ τῶν δογμάτων ἐπισκιάζων, καὶ τὸν καύσωνα τῶν πειρασμῶν ἀπελαύνων, καὶ ἀνάψυξιν καὶ ψυχαγωγίαν ἐνιείς· τοὺς δὲ καθάπερ ἐν νυκτὶ τῷ σκότει τῆς ἀμαθείας καθεύδοντας, πυρσεύων καὶ φωτίζων εἰς ἐπίγνωσιν καὶ ἀλήθειαν. Χρεία γὰρ τοῖς μὲν ἀτελεστέροις φωτισμοῦ, πρὸς ὁδηγίαν τοῦ κρείττονος· τοῖς δὲ τελειοτέροις ἐπικουρίας, ὥστε δύνασθαι διενεγκεῖν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας. Καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν κατασκέψασθαι αὐτοῖς ἀνά παυσιν. Κιβωτὸς ὁ Χριστός. Ὥσπερ γὰρ ἐκείνη ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ κατασκευασθεῖσα ἔνδον, ἔφερε τὸν νόμον Κυρίου· οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἐκ σώματος ἀφθάρτου καθ' ἁμαρτίαν, καὶ ψυχῆς καθαρᾶς καὶ λαμπρᾶς συντεθὲν, ἔνδον εἶχε τὸν Λόγον τοῦ Θεοῦ, καὶ Θεὸν, ὅστις Χριστὸς προεπορεύσατο εἰς τὰ ἐπουράνια μετὰ τὴν οἰκονομίαν, ἑτοιμάσαι τοῖς λατρευταῖς αὐτοῦ τόπον, ὡς αὐτὸς εἴρηκεν, τόπον δὲ τῆς ἀναπαύσεως δηλονότι. Καὶ ἡ νεφέλη ἐσκίαζεν ἐπ' αὐτοὺς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. Ὁ Χριστὸς γὰρ, ὅς ἐστιν κεφαλὴ τὸν καύσωνα τῶν πειρασμῶν ἀποσκεδάζουσα, καὶ ψυχαγωγοῦσα, ἐπισκιάζει ἐπὶ τοὺς ἀπαίροντας ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ κατὰ δρόμον ἀρετῆς προκόπτοντας. Χωρὶς γὰρ, φησὶν, ἐμοῦ οὐ δύνασθε 77.1224 ποιεῖν οὐδέν. Ἡμέρας δὲ πρόσκειται, διότι τοῖς ἐν φωτὶ καλῶν ἔργων πορευομένοις εἴωθε συνεργεῖν τε καὶ ἀναψύχειν. ∆ιὰ προστάγματος δὲ Κυρίου τὰς ἐπάρσεις ἐποιοῦντο· διότι χρεία καὶ λόγου τοῦ παροτρύνοντος εἰς προκοπὴν, καὶ ὑπακοῆς τῶν θείων ἐντολῶν. Καὶ ἦν ὁ λαὸς γογγύζων καὶ λαλῶν πονηρὰ ἔν αντι Κυρίου. Καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ πα ρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμ βολῆς. Τοὺς γὰρ ἐνώπιον τοῦ Χριστοῦ βλασφημοῦντας καὶ ἀποστρεφομένους αὐτὸν, καταφάγεται τὸ πῦρ τῆς γεέννης. Μέρος δὲ εἶπε, διότι πολλοὶ αὐτῶν ἐπιστρέψαντες, ἐξαιρεθήσονται τῆς κολάσεως. Καὶ καθ' ἕτερον δὲ καιρὸν γογγύζοντες κατὰ τοῦ Θεοῦ, καὶ ἄρτον διάκενον τὸ μάννα προσαγορεύοντες, τοῖς δήγμασι τῶν ὄφεων διεφθείροντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν εὐεργετοῦντα Θεὸν ἀτιμάζοντες, τοῖς τοῦ νοητοῦ δράκοντος δήγμασι περιπίπτουσι. ∆ύο σάλπιγγας ἐλατὰς ἀργυρᾶς ὁ Θεὸς ποιεῖν προσέταξε τῷ Μωσεῖ, πρὸς τὸ καλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς· καὶ ὅτε μὲν δέον μόνους τοὺς ἡγουμένους τοῦ λαοῦ συνάγεσθαι πρὸς αὐτὸν, τῇ μιᾷ σαλπίζειν, ὅτε τὸν λαὸν ταῖς δυσί. Πρὸς δὲ τὰς ἐξάρσεις τῶν παρεμβολῶν, τέσσαρα σημασιῶν ὥρισεν εἴδη διὰ τῶν τοιούτων σαλπίγγων. ∆ύο μὲν οὖν αἱ σάλπιγγες, ὅτι διττὸς λόγος τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ὁ μὲν βίον ῥυθμίζων, ὁ δὲ δογμάτων ἐπιμελούμενος. Ἐλαταὶ δὲ καὶ ἀργυραῖ καὶ ἄμφω, διὰ τὸ εὔηχες καὶ λαμπρὸν καὶ ἀμώμητον καὶ τούτου κἀκείνου. Καὶ τοὺς μὲν ἡγουμένους μία συνεκάλει σάλπιγξ. Χρεία γὰρ λόγου διορθοῦντος καὶ τοῖς καθηγηταῖς· ἄνθρωποι γὰρ, πλὴν ὀλίγου· ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Τὸν δὲ λαὸν δύο. Πολλῆς γὰρ οὗτος δεῖται προτροπῆς καὶ παρακλήσεως. Τὰ δὲ τέσσαρα τῶν σημασιῶν εἴδη τὰ διὰ τῶν σαλπίγγων γινόμενα, τὰ τέσσαρα βιβλία τῶν εὐαγγελιστῶν προετύπουν, ἃ δι' ὧν σημαίνουσιν, ἐξαίρειν ἡμᾶς ἀπὸ τῶν γεηρῶν τούτων, τῶν ἐν τοῖς τέσσαρσι κλίμασι τῆς οἰκουμένης, καὶ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπείγεσθαι διακελεύονται. ∆ιὰ δὲ τῶν δύο σαλπίγγων αἱ τέσσαρες σημασίαι, ὅτι καὶ διὰ τοῦ διπλοῦ Χριστοῦ τοῦ θεανθρώπου τὰ σημαινόμενα τοῖς