Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός· πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη. (A f. 64 b) Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. (A f. 65) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλει στάκις παρακαλοῦντας ἁγίους· τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοη τήν)· τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα. Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πε ποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ' οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς. Ἔφασκον γάρ· "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·" καὶ πάλιν· "Κύριε, κλῖνον οὐρανοὺς καὶ κατά βηθι." Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε (πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ ᾔδεισαν)· φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημά των παρ' αὐτῶν γέγονεν ἡ φωνή. Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ 69.772 πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ δι ανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον. Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ' αὐτοῦ ἀναιρεθέντος. "Φωνὴ γὰρ, φησὶν, αἵματος τοῦ ἀδεL f οῦ σου βοᾷ πρός με." ∆έδωκε δὲ καὶ ὁ θεῖος παῦ λος φωνὴν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ· κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ· τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημ μελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ' αὐτόν. Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται. Οὐκοῦν ἡ ἀπώλεια τῶν ἐθνῶν, ἤγουν τὰ αἵματα αὐτῶν τὰ ζητηθέντα παρὰ Θεοῦ, κραυγῆς δύναμιν ἀπετέλεσε, καὶ κέκληκε τὸν τῶν ὅλων ∆η μιουργὸν εἰς ὀργὰς τὰς κατὰ τῶν ἀνῃρηκότων. Ὥσ περ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ' οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων τοῖς δαίμοσιν. Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ' ὅτι πε πλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ' ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου. (A f. 66) Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμ ωδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν. Οἷον γὰρ ἤδη πεφωτισμένοι καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνω κότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐ τῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ' ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ', ὦ ∆έσποτα, φησὶν, ἐλέησόν με· σὺ γὰρ, ὁ ὑψῶσαι δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς. Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ' αὐ τοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός. Θυγατέρα δὲ Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι· πεποίηται γὰρ ὡς πρὸς ἐκείνην. "Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·" τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή. Ἐν ταύτῃ τοίνυν γεγονὼς τῇ Σιὼν, φησὶν, μελῳδήσω σοι, τὰς