ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ κοινωνικῶς τῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβανομένη, τῇ μὲν κοινωνοῦσα ταῖς νοεραῖς θεωρίαις, τῇ δὲ ὅτι καὶ συμβόλοις αἰσθητοῖς ποικίλλεται καὶ δι' αὐτῶν ἱερῶς ἐπὶ τὸ θεῖον ἀνάγεται. Τὸ τρισσὸν δὲ ὡσαύτως ἔχει τῆς ἱεραρχικῆς διαιρέσεως εἰς τὰς ἁγιωτάτας τῶν τελετῶν ἱερουργίας διαιρουμένη καὶ τοὺς θεοειδεῖς τῶν ἱερῶν ὑπηρέτας καὶ τοὺς ὑπ' αὐτῶν ἀναλόγως ἐπὶ τὰ ἱερὰ προσαγομένους. Ἑκάστη δὲ τῶν τριῶν τῆς καθ' ἡμᾶς ἱεραρχίας διαιρέσεων ἀκολούθως τῇ νομικῇ καὶ τῇ θειοτέρᾳ τῶν καθ' ἡμᾶς ἱεραρχίᾳ πρώτη καὶ μέση καὶ τελευταία τάττεται δυνάμει τῆς τε ἱεροπρεποῦς ἀναλογίας προμηθουμένη καὶ τῆς ἁπάντων εὐκόσμου καὶ κατὰ τάξιν ἐναρμονίου καὶ συνδετικῆς κοινωνίας. <3> Ἡ μὲν οὖν ἁγιωτάτη τῶν τελετῶν ἱερουργία πρώτην μὲν ἔχει θεοειδῆ δύναμιν τὴν ἱερὰν τῶν ἀτελέστων κάθαρσιν, μέσην δὲ τὴν τῶν καθαρθέντων φωτιστικὴν μύησιν, ἐσχάτην δὲ καὶ τῶν προτέρων συγκεφαλαιωτικὴν τὴν τῶν μυηθέντων ἐν ἐπιστήμῃ τῶν οἰκείων μυήσεων τελείωσιν. Ἡ δὲ τῶν ἱερουργῶν διακόσμησις ἐν μὲν τῇ δυνάμει τῇ πρώτῃ διὰ τῶν τελετῶν ἀποκαθαίρει τοὺς ἀτελέστους, ἐν τῇ μέσῃ δὲ φωταγωγεῖ τοὺς καθαρθέντας, ἐν ἐσχάτῃ δὲ καὶ ἀκροτάτῃ τῶν ἱερουργῶν δυνάμεων ἀποτελειοῖ τοὺς τῷ θείῳ φωτὶ κεκοινωνηκότας ἐν ταῖς τῶν θεωρηθεισῶν ἐλλάμψεων ἐπιστημονικαῖς τελειώσεσιν. Ἡ δὲ τῶν τελουμένων δύναμις ἡ πρώτη μέν ἐστιν ἡ καθαιρομένη, μέση δὲ μετὰ τὴν κάθαρσιν ἡ φωτιζομένη καί τινων ἱερῶν θεωρητική, τελευταία δὲ καὶ θειοτέρα τῶν ἄλλων ἡ τῶν ἱερῶν φωτισμῶν ὧν ἐγεγόνει θεωρός, ἐλλαμπομένη τὴν τελειωτικὴν ἐπιστήμην. Τῆς μὲν οὖν ἁγίας τῶν τελετῶν ἱερουργίας ἡ τρισσὴ δύναμις ὕμνηται τῆς μὲν ἱερᾶς θεογενεσίας ἐκ τῶν λογίων ἀποδειχθείσης καθάρσεως καὶ φωτιστικῆς ἐλλάμψεως, τῆς συνάξεως δὲ καὶ τῆς τοῦ μύρου τελετῆς τελειωτικῆς τῶν θεουργιῶν γνώσεως καὶ ἐπιστήμης, δι' ἧς ἱερῶς ἡ πρὸς τὴν θεαρχίαν ἑνοποιὸς ἀναγωγὴ καὶ μακαριωτάτη κοινωνία τελεσιουργεῖται. Νῦν δὲ τὴν ἱερατικὴν διακόσμησιν ἑξῆς ἀφηγητέον εἰς καθαρτικὴν καὶ φωτιστικὴν καὶ τελειωτικὴν εὐταξίαν διαιρουμένην. <4> Θεσμὸς μὲν οὗτός ἐστι τῆς θεαρχίας ὁ πανίερος τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θειότατον αὐτῆς ἀνάγεσθαι φέγγος. Ἢ οὐχὶ καὶ τὰς αἰσθητὰς τῶν στοιχείων οὐσίας ὁρῶμεν εἰς τὰ μᾶλλον αὐταῖς συγγενέστερα πρῶτον ἰούσας καὶ δι' ἐκείνων ἐφ' ἕτερα τὴν οἰκείαν διϊείσας ἐνέργειαν; Eἰκότως οὖν ἡ πάσης ἀοράτου καὶ ὁρατῆς εὐκοσμίας ἀρχὴ καὶ ἵδρυσις εἰς τοὺς θεοειδεστέρους πρώτως ἐνδίδωσι τὰς θεουργικὰς ἀκτῖνας ἰέναι καὶ δι' ἐκείνων ὡς διειδεστέρων νοῶν καὶ πρὸς μετοχὴν φωτὸς καὶ μετάδοσιν οἰκείως ἐχόντων εἰς τοὺς ὑφειμένους ἀναλόγως αὐτοῖς ἐλλάμπει καὶ ἐπιφαίνεται. Τούτων οὖν ἐστι τῶν πρώτως θεοπτικῶν τὸ τοῖς δευτέροις ἀφθόνως ἐν συμμετρίᾳ τῇ κατ' αὐτοὺς ὑποδεῖξαι τὰ πρὸς αὐτῶν ἱερῶς ἐποπτευθέντα θεῖα θεάματα, καὶ τὸ μυῆσαι τὰ ἱεραρχικὰ τῶν μετ' ἐπιστήμης τελειωτικῆς τὰ θεῖα τῆς κατ' αὐτοὺς ἱεραρχίας ἅπαντα καλῶς μυηθέντων καὶ τὴν τελεσιουργὸν τοῦ μυῆσαι δύναμιν προσειληφότων, καὶ τὸ μεταδοῦναι κατ' ἀξίαν τὰ ἱερὰ τῶν ἐπιστημονικῶς καὶ ὁλοκλήρως μετασχόντων τῆς ἱερατικῆς τελειώσεως. <5> Oὐκοῦν ἡ θεία τῶν ἱεραρχῶν τάξις πρώτη μέν ἐστι τῶν θεοπτικῶν τάξεων, ἀκροτάτη δὲ καὶ ἐσχάτη πάλιν ἡ αὐτή. Καὶ γὰρ εἰς αὐτὴν ἀποτελευτᾷ καὶ ἀποπληροῦται πᾶσα τῆς καθ' ἡμᾶς ἱεραρχίας ἡ διακόσμησις. Ὡς γὰρ ἅπασαν ἱεραρχίαν ὁρῶμεν εἰς τὸν Ἰησοῦν ἀποπεραιουμένην, οὕτως ἑκάστην εἰς τὸν οἰκεῖον ἔνθεον ἱεράρχην. Ἡ δὲ τῆς ἱεραρχικῆς τάξεως δύναμις ἐν πάσαις χωρεῖ ταῖς ἱεραῖς ὁλότησι καὶ διὰ πασῶν τῶν ἱερῶν τάξεων ἐνεργεῖ τὰ τῆς οἰκείας ἱεραρχίας μυστήρια. Ἐκκρίτως δὲ αὐτῇ παρὰ τὰς λοιπὰς τάξεις εἰς αὐτουργίαν ὁ θεῖος θεσμὸς ἀπονενέμηκε τὰς θειοτέρας ἱερουργίας· αὗται δέ εἰσιν αἱ τελεσιουργοὶ τῆς θεαρχικῆς δυνάμεως εἰκόνες ἀποτελειοῦσαι πάντα τὰ θειότατα σύμβολα καὶ πάσας τὰς ἱερὰς διακοσμήσεις.