1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

18

ἐραστὴν ὄντα φιλοσοφίας οὐκ ἀπολείπεις ἐπαινῶν, Φραώτης δὲ καὶ Ἰάρχας οἱ Ἰνδῶν φιλόσοφοι τί μᾶλλον παρὰ σοὶ θεῶν ἀπηνέγκαντο δόξαν μηδέν τι παιδείας ἴδιον, μηδ' ἀρετῆς ἀπενεγκάμενοι κλέος; Νέρωνος δ' ὡσαύτως καὶ ∆ομετιανοῦ τί οὐχὶ Μοίραις καὶ ἀνάγκῃ τὴν ἀκόλαστον περιάπτεις ἀγερωχίαν πάσης αἰτίας καὶ παντὸς ἐγκλήματος ἐλευθερῶν τοὺς ἄνδρας; ἀλλὰ καὶ εἴ τῳ πέπρωται, ὡς φῄς, δρομικῷ καὶ τοξικῷ καὶ τεκτονικῷ, οὕτω δὴ καὶ εἰ γόητι τὸν τρόπον ὄντι μάγῳ ἀναφανῆναι μιαιφόνῳ τε καὶ πονηρῷ καὶ ἀκολάστῳ, πάντως που ἐξ ἀνάγκης τοιόσδε τις ἀποβήσεται. τί δῆτα οὖν περινοστῶν τοῖς μὴ οἵοις τε τυχεῖν διορθώσεως ἀρετὴν προκηρύττεις; ἢ τί καταμέμφῃ τοῖς τὴν μοῖραν, ἀλλ' οὐ τὴν προαίρεσιν ἀτοπωτάτοις; τί δὲ καί, εἰ αὐτῷ σοι πέπρωτο θείῳ ὄντι τὴν φύσιν ὑπερᾶραι βασιλέων δόξης, εἰς διδα 410 σκάλων ἐφοίτας καὶ φιλοσόφων Ἀραβίους τε καὶ Βαβυλωνίων μάγους καὶ σοφοὺς Ἰνδῶν ἐπολυπραγμόνεις; πάντως γάρ που καὶ τῆς τούτων δίχα κοινωνίας τὰ ἐκ Μοιρῶν ἐτελεῖτό σοι. τί δὲ καὶ οἷς νομίζεις θεοῖς τὰ μελιττοῦτα καὶ τὸν λιβανωτὸν εἰς μάτην ῥιπτεῖς, εὐσέβειάν τε ἐπιμορφαζόμενος ἐπ' εὐχὰς τρέπεσθαι τοὺς ἑταίρους παρορμᾷς; αὐτός τε εὐχόμενος τί παρὰ θεῶν αἰτεῖς, ὁπότε καὶ τούτων ὁμολογεῖς τὴν εἱμαρμένην κρατεῖν; καὶ μὴν ἔδει τοὺς ἄλλους θεοὺς παραμειψάμενον Ἀνάγκῃ μόνον καὶ Μοίραις θύειν καὶ τοῦ ∆ιὸς αὐτοῦ μᾶλλον τὴν εἱμαρμένην προτιμᾶν. οὕτω δ' ἄν σοι θεοὶ μὲν οὐκέτ' ἂν ἦσαν καὶ εἰκότως, ἅτε μηδὲ ἀνθρώπους οἷοί τε ὠφελεῖν. ἀλλὰ καὶ εἰ πέπρωτο τοὺς Ἐφεσίους ἁλῶναι λοιμῷ πολίτας, τί τἀναντία νομοθετῶν παρακρούῃ τὴν εἱμαρμένην; μᾶλλον δὲ πῶς ὑπερῆρας τὴν Μοῖραν, τρόπαιον ὥσπερ κατ' αὐτῆς ἀράμενος; εἰ δὲ καὶ τῆς Κλωθοῦς ἐπὶ τῇ κόρῃ τὸ νῆμα πέρας εἰλήχει, πόθεν ἐξ ὑπαρχῆς μετὰ θάνατον ἀναδησάμενος τῷ μίτῳ τὸν ἄτρακτον, ζωοποιὸς αὐτῇ παραπέφηνας; ἀλλ' ἴσως Μοῖραι καὶ σὲ αὐτὸν ἐπὶ ταῦτ' ἦγον. οὔτι πω φήσεις κατ' ἀξίαν, πολλοῦ γε καὶ δεῖ, ὃς πρὸ τῆς εἰς τοῦτο τὸ σῶμα παρόδου τῶν ἐν θαλάττῃ καὶ κύμασι διατριβόντων γεγονέναι σεαυτὸν λέγεις, ἀλλ' ἐξ ἀνάγκης, ὡς εἰκὸς καὶ τοῦτο. οὔκουν θαυμάσιος οὔτε τῆς πρώτης γενέσεως καὶ τροφῆς, οὔτε τῆς ἐγκυκλίου παιδείας, οὔτε τῆς ἐν ἀκμῇ σώφρονος ἀγωγῆς, οὔτ' ἀσκήσεως τῆς ἐν φιλοσοφίᾳ, ἦν δ' ἄρα τις Μοιρῶν ἀνάγκη καὶ εἰς Βαβυλωνίους ἐλαύνουσα, ὠθούμενος δ' ὥσπερ καὶ τοῖς Ἰνδῶν ὡμίλεις σοφοῖς, καὶ ἐπὶ τοὺς Αἰγυπτίων δὲ Γυμνοὺς οὐχ ἡ προαίρεσις, οὐδ' ὁ φιλοσοφίας πόθος, 411 Μοῖρα δὲ ἦγεν ἄγχουσα καὶ ἐπὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας ἑῷόν τε καὶ ἑσπέριον Ὠκεανὸν ἀλᾶσθαι καὶ αὐταῖς ἀτράκτοις εἰς μάτην ἐξεβιάζετο περιστρέφεσθαι. εἰ δὲ δὴ μετειληφέναι τι σοφίας αὐτὸν ἐκ τούτων εἴποι τις, Μοῖρα καὶ τούτων αἰτία καὶ οὐκέτ' ἂν ἐν φιλομαθέσιν ὁ ἀνὴρ καταλεχθείη, οὐδ' ἂν εὐλόγως θαυμασθείη τῆς οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ ἀνάγκην αὐτῷ πορισθείσης φιλοσοφίας. ἐν ἴσῳ δ' ἂν συγκρινόμενος εἴη κατ' αὐτὸν Πυθαγόρας αὐτὸς καί τι τερατῶδες καὶ ἀπερριμμένον ἀνδράποδον, Σωκράτης αὐτὸς φιλοσοφίας ὑπεραποθνήσκων καὶ οἱ τοῦτον θανάτου ἄξιον γραψάμενοι, ∆ιογένης τε καὶ τὰ Ἀθηναίων μειράκια, καὶ ἁπλῶς εἰπεῖν ὁ σοφώτατος οὐκ ἂν διαφέροι τοῦ ἀφρονεστάτου καὶ ὁ ἀδικώτατος τοῦ δικαιοτάτου ὅ τε ἀκολαστότατος τοῦ σωφρονεστάτου καὶ ὁ δειλότατος τοῦ ἀνδρειοτάτου εἱμαρμένης καὶ Μοιρῶν παιγνίων τούτων ἁπάντων ἀποδεδειγμένων. ἀλλὰ γὰρ πρὸς ταῦτα τῆς ἀληθείας ὁ κῆρυξ ἀναβοήσεται λέγων· ὦ ἄνθρωποι, θνητὸν καὶ ἐπίκηρον γένος, ποῖ δὴ φέρεσθε τὸν τῆς ἀγνωσίας ἄκρατον ἐμπιόντες; λήξατε ποτὲ καὶ διανήψατε τῆς μέθης καὶ διανοίας ὀρθοῖς ὄμμασι τὸ σεμνὸν τῆς ἀληθείας ἐνοπτρίσασθε πρόσωπον. οὐ θέμις ἀλήθειαν πολεμεῖν ἑαυτῇ καὶ μάχεσθαι, οὐδὲ δυοῖν ἐναντιωτάτοιν μίαν ὑφεστάναι καὶ τὴν αὐτὴν αἰτίαν. τῆς τοῦ θεοῦ προνοίας τὰ πάντα κρατούσης θείοις νόμοις διατέτακται τὸ πᾶν, ἀνθρώπων τε ψυχῆς ὅρος