1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

18

καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ. Ταῦτα δ' ἡμῖν ὡς ἐν τηλικούτοις εἴρηται παραστῆσαι βουλομένοις, ὅτι δὴ ἀναμφιλέκτως οὔτε ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀγγελική τις δύναμις ἦν ἡ χρηματίζουσα τῷ Μωσεῖ, αὐτὸς δὲ ὁ θεῖος Λόγος, ὃν ἀκριβῶς πεπιστεύκαμεν μετὰ τὸν τῶν ὅλων Πατέρα καὶ Κύριον δεύτερον εἶναι τῶν ἁπάντων Θεόν τε καὶ Κύριον· ὥσπερ δὴ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης σαφέστερον ἡμᾶς παιδεύει λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ λόγος· πολλῆς δ' ἂν γένοιτο καὶ οὐχὶ τῆς 46 παρούσης σχολῆς σαφηνίζειν τίς ἄρ' εἴη ὁ τόπος καὶ ἡ πέτρα περὶ ὧν εἶπεν ὁ Κύριος, Ἰδοὺ τόπος παρ' ἐμοὶ καὶ στήσῃ ἐπὶ τῆς πέτρας· ἀλλ' ὁ μὲν ἀπόστολος τὴν πέτραν ἐδήλωσεν εἰπὼν, ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Οὐκ ἄλλον δὲ τῆς πέτρας ὄντα καὶ τὸν τόπον ὑπολαμβάνω τὸν αὐτὸν τυγχάνοντα τῷ ἀπαντήσαντι τῷ Ἰακὼβ ἔνθα γέγραπται, Ἐξῆλθεν δὲ ὁ Ἰακὼβ ἀπὸ τοῦφρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησεν τόπῳ ἔνθα καὶ ἰδὼν ἐν ὁράματι τὴν κλίμακα καὶ τὸν ἐπ' αὐτῆς ἐστηριγμένον κύριον, διυπνισθεὶς φησὶν, ὅτι ἔστιν Κύριος ἐν τῷ τόπῳ τούτῳ· καὶ πάλιν εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος, οὐκ ἔστι τοῦτο ἄλλ' ἢ οἶκος τοῦ Θεοῦ· καὶ αὐτὴ ἡ πύλη τοῦ οὐρανοῦ. Ἀλλὰ καὶ τί τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, ὃ μὴ δύναται Μωσῆς ὁ νόμος, ἅτε ἀνθρώπινος καὶ σωματικώτερος ὢν, θεωρεῖν· τίνα τε τὰ ὀπίσθια αὐτοῦ, ἃ μόνον χωρεῖν οἷός τε ἦν ὁ τυπικὸς καὶ τῶν νοητῶν συμβολικῶς κὸς νόμος· πῶς τε εἴρηται τὸ, σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, καλύμματος καὶ σκέπης ἐπιτιθεμένου τῷ νόμῳ, ὡς διὰ τοῦτο τὸ καλύμμα τὰ μὲν ὀπίσω δύνασθαι ὁρᾶν, οὐκέτι δὲ τὰ προηγούμενα καὶ διαφέροντα· ἰδίᾳ κατὰ καιρὸν, ᾧ μέλει τῆς τούτων ἐρεύνης, ἐπιστήσας εἴσεται. Ψ. Ἐκ τῶν ἀριθμῶν τῆς Γʹ τοῦ Βαλαὰμ προφητείας. ΙΓʹ. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ· Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη 47 ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύει ἐχθρόν. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε, ηὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται. Χριστός ἐστιν ὁ ἐκ σπέρματος Ἰσραὴλ τὸ κατὰ σάρκα γεννηθεὶς, καὶ κυριεύσας ἐθνῶν πολλῶν· ποῖον γὰρ ὑπῆρξεν ἔθνος ἀγνοῆσαν τὴν ὑπ' αὐτὸν δουλείαν, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ λόγου τῶν μαθητῶν αὐτοῦ, καὶ εἰς τὰ σπέρματα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν; Παρὰ γ' οὖν πλείστοις καὶ αὐτῶν τῶν βαρβάρων πολλούς ἐστιν ἰδεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ γνῶσιν ἐληλυθότας, καὶ ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας παντοίας μέχρι καὶ θανάτου κολάσεις ὑπομείναντας. Πέρας ἔχουσα τοίνυν καὶ αὕτη σαφῶς ἡ προφητεία ἐπὶ τοῦ ἡμετέρου Σωτῆρος ἀποδείκνυται· ἢ παραστήτω τίς ἄλλος ἐπιδεικνὺς ἐπί τινα ἂν ταῦτα ἀναφέροιτο· καθ' ἡμᾶς δὲ πρόδηλον, ὡς καὶ αὔξεται ὁσημέραι τοῦ Σωτῆρος ἡμῶν ἡ νοητὴ βασιλεία τε καὶ δεσποτεία παρὰ ταῖς ὑποδεξαμέναις τὸν λόγον αὐτοῦ ψυχαῖς· ὑψώθη δὲ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ Γὼγ βασιλεία, ἣν ὑπειλήφασί τινες εἶναι τὴν Ῥωμαίων ἡγεμονίαν, ἄλλοι δὲ τροπικῶς τὴν κατὰ τὸ εὐαγγέλιον ἐπουράνιον πολιτείαν, καὶ τὴν τῶν νοητῶν δογμάτων θεωρίαν, διὰ τοῦτο Γὼγ, ὅπερ ἐρμηνεύεται δώματα, σημαίνεσθαι ἐξειλήφασιν· ἀλλὰ καὶ ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ῥητῶς μὲν ὅτε χρηματισθεὶς ὁ Ἰωσὴφ ἐξ Αἰγύπτου παραλαβὼν τὴν Μαριὰμ ἅμα τῷ παιδὶ Ἰησοῦ ὑπέστρεψεν εἰς γῆν Ἰσραὴλ 48 πληρουμένης τῆς τε νῦν καὶ τῆς ἐν Ὡσηὲ κατὰ τὸ Ἑβραϊκὸν καὶ τὴν Ἀκύλου ἑρμηνείαν προφητείας φασκούσης, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· καὶ κατὰ διάνοιαν δὲ, ὁπηνίκα ἐκ τῆς νοητῆς Αἰγύπτου καὶ τῶν τῇδε τόπων ἐπὶ τοὺς οὐρανοὺς ἅμα λαμβάνων αὐτὸν ὁ πατὴρ ὡδήγησεν· ἡ δὲ λεγομένη δόξα μονοκερώτων ἐν τῷ Σωτῆρι τὴν ἐν αὐτῷ θεότητα τῆς πατρικῆς αἰνίττεται μοναρχίας. Μετὰ ταῦτα εἴρηται, ἔδεται ἔθνη