ῥήματος τοῦ κρεισσῶ. 9Εἰνάτηρ9: Σημαίνει δὲ τὴν νύμφην, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ εὐνὴ γέγονεν εὐνατηρ, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι εἰνάτηρ. 9Εἴργω9: ∆ίφθογγος· ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶ σιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον· καὶ ἄλλως· ὅτι ἀνεφάνη τὸ ἐν τῷ ἔργαθεν· ἢ διὰ τὸ ἀντιπαρακεῖσθαι τὸ ο· οἷον, ὀργή· ἡ γὰρ ὀργὴ εἴργει τινὰ τοῦ καλῶς βούλεσθαι· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· κτείνω, κτόνος· εἵρω, εἱρμὸς, οὕτως καὶ εἴργω, ὀργή. 9Εἰκών9: Ει δίφθογγος· ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγο νεν εἰκών· ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα· τὰ γὰρ ἔχοντα ἀντιπαρακείμενον τὸ ο ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, κείρω, κουρεύς· ἀγείρω, ἀγορά· οὕτως, καὶ εἴκω, οἶκος· τὸ δὲ Ἰκό νιον ἡ πόλις, καὶ τοῦτο παρὰ τὸ εἰκὼν ὂν, διὰ τοῦ ι γράφεται· τὸ δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆσδε τῆς αἰτίας· γυναῖκα φασὶν κατοικεῖν εἰς τὸν τόπον παράνομον, ἡ τοῖς ἐπιξενουμένοις ἐκέ λευεν συγγενέσθαι αὐτῇ, καὶ μετὰ τὴν συνουσίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀσελγεία αὐτῆς ἐπιγνώσθῃ· Περσέα δὲ τὸν ∆αναῆς ἐπὶ τοὺς τόπους ἀφικνούμενον, καὶ μέλλοντα τὰ αὐτὰ πάσχειν, δεί ξαντα τὸ τῆς Γοργοῦς πρόσωπον, αὐτὴν ἀπελιθῶσθαι· ταύτην δὲ ἐπιπολὺ χρόνον τὴν εἰκόνα διαμεῖναι λιθίνην· ἀφ' ἧς αἰτίας 206 καὶ τοὺς κατοικοῦντας τὴν πόλιν Ἰκόνιον ὀνομάσαι· διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἄρχουσα συστελλομένη παρὰ Με νάνδρῳ. 9Εἴκω9: Σημαίνει δὲ τὸ ὑποχωρῶ, διὰ τῆς ει διφθόγγου γρά φεται· ἀντιπαράκειται γὰρ αὐτὸ τὸ οἶκος· οἱονεὶ, εἰς ὃν ὑπο χωροῦμεν πάντες· τὰ γὰρ ἔχοντα τὸ ο ἐγκείμενον τὸ ε ἀντι παρακείμενον· εὑρέθη δὲ ἐν διαστάσει καὶ ὁ πρῶτος ἀόριστος· οἷον, ἔερξε. 9Ἐκεῖνοσ9: Ει δίφθογγος· καὶ γὰρ οἱ ∆ωριεῖς κῆνος, καὶ τῆνος, διὰ τοῦ η ποιοῦσι τὴν γραφήν· ἔθος γὰρ ἔχουσιν τὴν ει δίφθογγον τρέπειν· οἷον, πλείων· μείων, μήων· αἱ δὲ πρωτό τυποι ἀντωνυμίαι, αἱ μονοπρόσωποι, ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι· οἷον, αὐτὸς, οὗτος· οὕτως οὖν, καὶ τὸ ἐκεῖνος προσέ λαβεν τὸ ε διὰ τὸν κανόνα τοῦτον. 9Εὐρώπεια9: ∆ιὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· Εὐρώπεια δέ ἐστιν ὄνομα κύριον· τὰ γὰρ διὰ τοῦ εια θηλυκὰ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου, διὰ τῆς ει διφθόγ γου γράφεται· οἷον, Καλλιώπεια· Πληστοδόκεια· οὕτως καὶ Εὐρώπη, Εὐρώπεια, διὰ τῆς ει διφθόγγου. 9Ἔμεια9: ∆ιὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως· ὥσπερ ἀπὸ τοῦ ἐνεργῶ, ἐνέργεια, καὶ ἀνθῶ, Ἄνθεια· οὕτως καὶ ἀπὸ τοῦ ἐμῶ, Ἔμεια, διὰ τῆς ει διφθόγγου· ἔστιν δὲ τόπος πλήσιον Μυκηνῶν· Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐν τοῦ Ἄδου· ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ, ἐκεῖ ἤμεσεν. 9Ἑξείδιον9: Σημαίνει δὲ τὴν ἕξιν διὰ τῆς ει διφθόγγου τὸ ξει· γέγονεν δὲ ἀπὸ τῆς ἕξεως, ἑξείδιον, ὥσπερ ἀπὸ τῆς λέ ξεως, λεξείδιον· καὶ ὄφεως, ὄφειον, ἀπὸ τῆς Ἀττικῆς γενικῆς· ἡ τῆς ἕξιος, καὶ λέξιος, καὶ ὄφιος· διὰ τοῦ ι πάντα. 9Ἐγχειρίδιον9: Σημαίνει δὲ καὶ βίβλον μικρὰν, καὶ ξίφος· γέγονεν δὲ παρὰ τὴν ἔγχει δοτικήν· ἰστέον δὲ ὅτι αἱ ἀπὸ δοτι 207 κῶν τῶν εἰς ος οὐδετέρων συντιθέμεναι λέξεις κατὰ μέρος τοῦ τον τὸν τρόπον γίνονται· ἐὰν μὲν γὰρ ἐπιφέρηται φωνῆεν, ἢ ἓν ἁπλοῦν σύμφωνον φυλάττεται ἡ αι δίφθογγος· οἷον, ὀρείαυ λος· ὀρείχαλκος· Ὀρειγενής· Ὠρειθυῖα· κατ' ἔκτασιν τοῦ ο εἰς ω· ἐγχείμαργος· σημαίνει δὲ τὸ ὀρίγανον, ἀπέβαλεν γὰρ τοῦτο τὸ ο τῆς ὄρει δοτικῆς, καὶ ἐξέτεινεν τὸ ι· ἐὰν δὲ σύμ φωνα δύο ἐπιφέρωνται, ἢ ἓν διπλοῦν, ἀποβάλλει τὸ ε· οἷον, ὀρί τροφος· ὀρίδρομος· ὀριβρεμέτης· ὑψιβρεμέτης· ὑψίζυγος. 9Ἐρέχθειον9: Τὸ τοῦ Ἐρεχθέος, δίφθογγος. 9Εἶδαρ9: Σημαίνει δὲ τὴν βρῶσιν· διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ ἔδω, τοῦ σημαίνοντος, τὸ ἐσθίω, γέγονεν ἔδαρ, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶδαρ, διὰ τῆς ει διφθόγγου. 9Ἐπικήδειον9: Ει δίφθογγος τὸ δει· κτητικὸν γὰρ ἀπὸ τοῦ κήδους. 9Εἶδοσ9: Ει· ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα· καὶ προ είρηται περὶ τοῦ ἀντιπαρακεῖσθαι τὸ ο· οὕτως καὶ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω· γίνεται οἶδα, καὶ ἐξ αὐτοῦ εἰδῶ, εἶ δος· σημαίνει δὲ τὴν μορφὴν καὶ τὸ σχῆμα· καὶ τὸ ἀπὸ γένους διαιρούμενον· οἷον, ἄνθρωπον· ἵππον· ἐλαῖαν. 9Εἰδικόν9: Ἡνίκα μὲν τὸ εἶδος