ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
ἔτους ἀπέθανεν ἡ δέσποινα κυρὰ Μαρία ἡ ἀπὸ Τραπεζοῦντας· καὶ τῇ α-ῃ Ἰαννουρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανεν ἡ δέσποινα Εὐγενία, ἡ τοῦ Γατελιούζη θυγάτηρ· αἱ καὶ ἐτάφησαν ἐν τῇ τοῦ Παντοκράτορος μονῇ, καὶ σφοδροῦ εἴ πέρ ποτε χει μῶνος τότε γενομένου. Καὶ τῇ ιζ-ῃ τοῦ αὐτοῦ Ἰαννουαρίου μηνὸς ἀπέ θανεν ἡ βασίλισσα κυρὰ Ζωὴ καὶ ἐτάφη ἐν τῇ τῆς Κυραμάρθας μονῇ. 24.4 Καὶ τὸν Φευρουάριον τοῦ αὐτοῦ ἔτους ἐπανέστρεψαν εἰς τὴν Πό λιν ἀπὸ τῆς συνόδου ὅ τε βασιλεὺς καὶ ὁ δεσπότης καὶ οἱ ἀπελθόντες πάντες ἄλλοι, τοῦ πατριάρχου καὶ μόνον καὶ τοῦ καλοῦ καγαθοῦ Σάρδεων κἀμοὶ πλεῖστα φίλων ἐκεῖσε τελευτησάντων, τούτου μὲν εἰς Φεῤῥαρίαν, τοῦ δὲ πατριάρχου ἐν Φλωρεντίᾳ ὕστερον. 24.5 Καὶ τῇ κζ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους τῇ λαμπρᾶ κυριακῇ ἐγεν νήθη μοι ὁ δεύτερος υἱὸς Ἀλέξιος, ὃς καὶ ἐπέζησεν ἡμέρας καὶ μόνον λʹ. 24.6 Καὶ τὸ ἔαρ τοῦ αὐτοῦ χρόνου ἐγεγόνει καὶ πατριάρχης ὁ πρό τερον Κυζίκου κὺρ Μητροφάνης. 24.7 Καὶ τῇ -ῃ ∆εκεμβρίου τοῦ μθ-ου ἔτους ὁρισθεὶς ἀπῆλθον εἰς τὴν νῆσον Λέσβον καὶ κατέστησα τὸ συμπενθέριον καὶ ἐποίησα καὶ μνηστείαν γάμου μετὰ κυρᾶς Αἰκατερίνης τῆς θυγατρὸς αὐθεντὸς τῆς Μιτυλήνης καὶ τῶν ἑξῆς κυροῦ Ντωρῆ Παλαιολόγου τοῦ Γατελιούζη. 24.8 Καὶ τῇ ι-ῃ Ἀπριλλίου τοῦ αὐτοῦ ἔτους τῇ λαμπρᾶ πάλιν κυ ριακῇ ἐγεννήθη μοι θυγάτηρ ἡ Θάμαρ, ἣν ἀνεδέξατο καὶ αὐτὴν ἐκ τοῦ ἁγίου βαπτίσματος ὁ αὐθέντης μου ὁ δεσπότης κὺρ Κωνσταντῖνος. 24.9 Καὶ τῇ αὐτῇ ἡμέρᾳ λαβὼν τὴν αὑτοῦ θυγατέραν Ἀσανῖναν τὴν Θεοδώραν Παῦλος ὁ Ἀσάνης ἔφυγεν ἀπὸ τῆς Πόλεως καὶ ἦλθεν εἰς τὴν Μεσέμβριαν καὶ δέδωκεν αὐτὴν εἰς νόμιμον γυναῖκα τῷ δεσπότῃ κὺρ ∆η μητρίῳ. 24.10 Καὶ τῇ κζ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπῆλθεν εἰς τὴν Μιτυλήνην μετὰ κατέργων βασιλικῶν καὶ εὐλογήθη ὁ αὐθέντης μου δηλονότι τὴν ῥηθεῖσαν κυρὰν Αἰκατερῖναν Γατελιούζεναν, καπετανίου ὄντος εἰς τὰ κάτεργα τοῦ μετὰ ταῦτα γεγονότος μεγάλου δουκὸς Λουκᾶ τοῦ Νοταρᾶ. 24.11 Καὶ τὸν Σεπτέβριον μῆνα τοῦ ν-ου ἔτους καταλείψας ἐκεῖσε εἰς τὸν αὐτῆς πατέρα τὴν βασίλισσαν καὶ γυνὴν αὑτοῦ ὁ αὐθέντης μου δη λονότι, ἤλθομεν εἰς τὸν Μορέαν μὲ τὰ αὐτὰ κάτεργα καὶ τῆς Μιτυλήνης ἑτέρου ἑνός.
25.1 Καὶ τῇ κ-ῃ Ὀκτωβρίου τοῦ αὐτοῦ ἔτους, ὁρισθεὶς διέβην ἐγὼ εἰς τὸν ἀμηρᾶν καὶ τὸν βασιλέα ἀποκρισιάρης, ἔχοντος μου καὶ ἀπό κρυφον μυστήριον, ὅτι, ἐὰν ἐνδώσῃ τοῦτο καὶ ὁ βασιλεύς, νὰ ἀπέλθω εἰς τὸν δεσπότην κὺρ ∆ημήτριον ἄνω εἰς τὴν Μεσέμβριαν καὶ δώσω πρὸς ἐκεῖνον ἅπαντα τὸν τόπον, ὃν ὁ αὐθέντης μου εἰς τὸν Μορέαν εἶχεν, αὐ τὸς δὲ πάλιν ἐλθὼν εἰς τὴν Πόλιν ἔχῃ τὴν Σηλύβριαν καὶ τὸν πρώην τόπον αὑτοῦ Μεσέμβριαν καὶ τὰ ἄλλα ἕως τῶν ∆έρκων, καὶ εἰς ἐλπίδαν εἶναι τῆς βασιλείας, ὡς ἡγάπα ὁ βασιλεύς, ἐκεῖσε εὑρισκόμενον. Ὃ δὴ καλῶς ἀποδεξάμενος ὁ βασιλεύς, τὸν Ἰαννουάριον μῆνα εἰς τὴν Μεσέμ βριαν πρὸς τὸν δεσπότην κὺρ ∆ημήτριον ἀπῆλθον. Ἐκεῖνος δὲ ἐνεργῶν τὰ κατὰ τῆς πόλεως, ἢ μᾶλλον τὰ κατ' ἐκείνου, ἀπέπεμψέ με ἄπρακτον. 25.2 Ἐν ᾧ μηνὶ καὶ ἀποπληξίᾳ δεινῇ περιπεσὼν Παῦλος ὁ Ἀσάνης ἐναπέψυξεν. 25.3 Ἐμοῦ δ' ἐπιστρέψαντος εἰς τὴν πόλιν καὶ προσμένοντος ὁρι σμῷ τοῦ βασιλέως πρὸς τὸ ἐπιστρέψαι εἰς τὸν αὐθέντην μου, τῇ κγ-ῃ τοῦ Ἀπριλλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐπηλάλησε μετὰ Τουρκῶν καὶ ἀπέκλεισε καὶ ἔφθειρε τὰ τῆς πόλεως ὁ δεσπότης κὺρ ∆ημήτριος. Ἐν ὧ δὴ μηνὶ καὶ ἡμέρᾳ ἐγεννήθη αὐτῷ καὶ ἡ θυγάτηρ αὐτοῦ. 25.4 Καὶ τὸν Ἰούλιον μῆνα τοῦ αὐτοῦ ἔτους, ἐρχομένου τοῦ αὐθεντός μου καὶ δεσπότου κυροῦ Κωνσταντίνου εἰς βοήθειαν τῆς πόλεως καὶ διὰ τῆς Μιτυλήνης διελθόντος καὶ λαβόντος καὶ τὴν αὑτοῦ γυναῖκα τὴν βα σίλισσαν, εἰς τὴν Λῆμνον ἦλθε· καὶ εὑρεθέντος ἐκεῖσε ἐπολεμήθη εἰς τὸν Κότζηνον ἡμέρας πολλὰς ὑπὸ τοῦ στόλου παντὸς τῶν Τουρκῶν. Ἀπελθόντος δ' ἀπράκτου τοῦ στόλου βοηθείᾳ θεοῦ, ἡ βασίλισσα ἀπὸ τῆς περιστάσεως ἀσθενήσασα καὶ ἐκτρωθεῖσα τὸν Αὔγουστον τοῦ αὐτοῦ ἔτους εἰς τὸ Παλεόκαστρον τοῦ αὐτοῦ νησίου τῆς Λήμνου ἀπέθανε καὶ ἐτάφη. 25.5 Καὶ τῇ ιδ-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ