1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

18

λοιπὰ περί τε θαλάττης καὶ οὐρανοῦ καὶ γῆς καὶ διαπλάσεως ἀνθρώπων δαιμονικοῖς εὑρήμασι σκοτεινοῖς καὶ διανοίας κακοδαίμονος ἀναπλάσμασι, κατὰ τὸν θεῖον Γρηγόριον, μυθικῶς δῆθεν συγκαλύπτουσα παρατίθεται, πολύθεον τοῖς πειθομένοις αὐτῇ πλάνην εἰσάγουσα καὶ ἐκ προϋποκειμένης ὕλης δεῖξαι σπουδάζουσα τῆς ὑγρᾶς οὐσίας τὴν τῶν ὄντων ὕπαρξιν. ∆ιὸ καὶ περὶ τῶν ἀπείρων ἐτῶν καὶ τῶν δέκα βασιλέων τῶν πρὸ τοῦ κα τακλυσμοῦ καὶ ὅσα ἄλλα ἄτοπα ἐν αὐτῇ λέλεκται ἀπαγορεύων μηδὲν εἶναι ἀληθές, οὐδὲ τὴν τῶν ἐτῶν εἰς ἀνάλυσιν ἡμερῶν ἢ μερισμὸν ἀποδέχομαι, οὐδὲ τοὺς ταῦτα ἀλληγορήσαντας καὶ εἰπόντας τὸν ἐνιαυτὸν ἡμέραν λο 33 γίζεσθαι τοὺς πρὸ τοῦ κατακλυσμοῦ, παραλαβόντας ἀπὸ τοῦ τετάρτου τῶν ἐγρηγόρων ἄρχοντος Χωραβιὴλ τὸ τοῦ ἡλίου ἀνακυκλευματικὸν μέ τρον εἶναι ἐν ζῳδίοις δώδεκα, μοίραις τριακοσίαις ἑξήκοντα· ἡ δὲ μοῖρά ἐστιν ἡμέρα μία καὶ λεπτὸν ἕν. μὴ μαθόντες, φησί, τί ἐστι ποσότης ἐνι αυτοῦ, διὰ τὸ μηδέπω ἐγνωρίσθαι τοῖς ἀνθρώποις τὸ τοῦ ἐνιαυτοῦ μέτρον. καὶ πῶς δυνατὸν μαθεῖν τινα τὸν περὶ ζῳδίων δώδεκα τὸν ἀνακυκλευτικὸν τοῦ ἡλίου ἐτήσιον χρόνον, μὴ γινώσκοντα ὅτι ἐνιαυτός ἐστι δωδεκαμερὴς καὶ δωδεκαμηνιαῖος; εἶτά φησιν· ὁ γοῦν παρ' αὐτοῖς σάρος λεγόμενος ἡμέραι εἰσὶ γχʹ, ὁ δὲ νῆρος ἡμέραι χʹ, ὁ δὲ σῶσσος ἡμέραι ξʹ. καὶ ὁ μὲν σάρος τῶν γχʹ ἡμερῶν ἀναλυόμενος εἰς τὰς τοῦ ἐνιαυτοῦ ἡμέρας τξεʹ ποιεῖ ἔτη θʹ καὶ μῆνας ιʹ. ὁ δὲ νῆρος χʹ ἡμέραι ποιεῖ ἔτος αʹ καὶ μῆνας ζʹ #171γʹ, ὁ δὲ σῶσσος ποιεῖ μῆνας βʹ. οἱ ρκʹ σάροι ποιοῦσιν ἡμερῶν μὲν μυ ριάδας μγʹ καὶ δύο χιλιάδας. ταῦτα δὲ ἀναλυόμενα εἰς τὸν καθ' ἕκαστον ἐνιαυτὸν ποιοῦσιν ἔτη αρπγʹ καὶ μῆνας ςʹ #171γʹ. ταῦτα συναπτόμενα τοῖς ἀβασιλεύτοις ἔτεσιν ανζʹ πληροῖ ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ χρό νων τῷ βσμβʹ συμφώνως τῇ ἡμετέρᾳ γραφῇ. τῶν δὲ ανηʹ ἐτῶν ἡ ἀναμέτρησις δι' ἑβδομάδων ἦν γινομένη, ὡς εἶναι τὰς ἀπὸ Ἀδὰμ ἕως Ἀλώρου μυριάδας εʹ καὶ ερξζʹ. εἶτα τὴν τῶν Χαλδαίων, φησίν, ἀμφίβο λον ὑπόνοιαν ἀποδεικτικῶς διαλύσας ἀναγκαῖον ἡγησάμην καὶ τὰ πρὸ παραδόσεως ἕως τοῦ ρξεʹ Ἐνὼχ ασπ ςʹ ἔτει πρῶτον ἑρμηνεῦσαι, εἶτα ἑξῆς ἐπὶ τὴν ἀπὸ Ἀδὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταντίνου στοιχείωσιν ὁρμῆσαι, ἵνα διὰ τῆς τῶν κρατησάντων κατ' ἔθνος βασιλέων ὀνομασίας τὸν τῶν εωι ςʹ ἐτῶν ἀπαραλείπτως συνάξας ἐπιδείξω. Ἔτι δὲ καὶ ἐκ τῶν ἐν ταῖς θείαις γραφαῖς γενεαλογουμένων ἀνδρῶν τῶν ἀπὸ Ἀδὰμ ἕως τοῦ πανευφήμου δευτέρου καὶ κʹ ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ Αἰγύπτου καὶ τῶν δύο Λιβύων εἰδωλοκτόνου Θεοφίλου τοὺς χρόνους συνάξας παραθήσομαι ἀριθμὸν ἐτῶν ε Ϡδʹ πρὸς τὸ μηδεμίαν ἀφορμὴν ἀντιθέσεως εὑρίσκειν ἐν ταῖς θείαις ἡμῶν γραφαῖς τοὺς οἰήσει σοφοὺς αἱρεσιάρχας τε καὶ ἐθνικούς· ὅτι οἱ μὲν ἐθνικοὶ οἰήσει σοφοὶ ἐνόμι σαν πολλῶν μυριάδων ἐτῶν εἶναι τὸν κόσμον, οἱ δὲ αἱρεσιάρχαι τὸ ἀνάπα λιν τὸν Χριστὸν τοῦ χρόνου δημιουργὸν ὑπὸ χρόνον ὁμολογοῦσι λέγοντες· ἦν ποτε ὅτε οὐκ ἦν. ἀλλ' οὗτοι πάντες οἰχέσθωσαν τῆς καθολικῆς ἐκ κλησίας ἀκούσαντες· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; καλὸν δὴ τὸ ἐπισφράγισμα τοῦ λόγου καὶ εὐαπόδεκτον ὁ συγγραφεὺς ἀπο 34 δέδωκε, καὶ ἡμεῖς σὺν τοῖς εὖ φρονοῦσιν ἀποδεχόμεθα τοῦ λόγου τὸ πέρας ὡς κράτιστον. ἀλλ' ἔδει τούτων οὕτως αὐτῷ διεγνωσμένων καθὼς ἔφησαν, ὅτι πολλῶν μυριάδων ἐτῶν εἶναι τὸν κόσμον νομίζουσιν οἱ ἐθνικοὶ οἰήσει σοφοί, διαπτύσαι τὴν δόξαν αὐτῶν καὶ ἐν μηδενὶ συμφωνοῦσαν ὡς ψευδῆ καὶ ἀντίθεον τῇ καθ' ἡμᾶς ἀληθείᾳ σπεῦσαι μᾶλλον ἀποδεῖξαι ταύτην, ἐπεί, καθὼς ἀνωτέρω σαφῶς ἀποδέδεικται καὶ αὖθις ἐκ τῆς Γενέσεως δειχθήσεται προϊόντος τοῦ λόγου θεοῦ χάριτι, πρὸ τοῦ κατακλυσμοῦ οὐδὲ Χαλδαίων ὤφθη βασιλεία ἢ ἔθνος οὐδὲ Βαβυλὼν ἐχρημάτισεν, ἥν φασι μετὰ τὸν κατακλυσμὸν ἐπικτισθῆναι. τὸ δὲ ἐπάγειν αὐτὸν ὅτι ἐξ ἀρχῆς ἐν ταῖς τῆς κοσμοποιίας ἓξ ἡμέραις ἡ διὰ Μωυσέως δοθεῖσα ἡμῖν πρώτη βίβλος οὐκ ἐδήλου χρόνου μέτρα, εἰ μὴ μόνον ἡμέραν καὶ νύκτα καὶ ἑβδομάδα, ἀπρόσφορον·