18
τοῦτο καὶ Μετοχίτης λογοθέτης ὁ μέγας, ὃς μεσιτεύων μὲν τότε τῇ διοικήσει τῶν βασιλικῶν πραγμάτων 1.55 ἦν, ἄλλως δὲ ἀγχίνους, καὶ οὐ μόνον τῆς καθ' ἡμᾶς, ἀλλὰ καὶ τῆς ἔξω σοφίας εἰς ἄκρον ἐληλακώς· τὴν γὰρ ἀστρονομίαν ἀπό τινος Βρυεννίου φαύλας τινὰς καὶ οὐκ ἀκριβεῖς πάνυ παραλαβὼν ἀρχὰς, αὐτὸς ἰδίοις πόνοις ἐξηκριβώσατο, ὡς καὶ μετὰ ταῦτα πολλοὺς ἐν ἐπιστήμῃ τοῦ μαθήματος σὺν ἀκριβείᾳ γενέσθαι παρ' αὐτοῦ διδαχθέντας· ὃ καὶ θαυμάζοντος βασιλέως, καὶ πρός τινα τῶν ἐκείνῳ φοιτησάντων ἐρομένου, ὁ Γρηγορᾶς οὗτος ἦν, πῶς ὁ Μετοχίτης ἐκ φαύλων τῶν ἀρχῶν ὡρμημένος, οὕτως ἠδυνήθη πρὸς τελείαν ἐξεύρεσιν τοῦ μαθήματος ἐλθεῖν, «οὐ θαυμαστὸν» φάναι «βασιλεῦ» τὸν ἐρωτηθέντα, «ἐκ λαμπάδος μικρᾶς πυρσὸν ἀναφθῆναι μέγαν,» ἐπαινέσαι τε τοῦτον τῆς ἀγχινοίας τὸν βασιλέα, καὶ τὸ οἰκεῖον τῆς εἰκόνος θαυμάσαι. οὗτος δὴ οὖν ὁ μέγας λογοθέτης διά τε τὴν σύνεσιν καὶ τὴν σοφίαν, καὶ τὴν ἣν εἶχεν ἐπιτηδειότητα πρὸς τὴν διοίκησιν τῶν πραγμάτων πολλῆς ἀπολαύων παρὰ βασιλέως οἰκειότητος καὶ εὐμενείας, ἐθάρσησε καὶ αὐτὸς τῷ βασιλεῖ προσελθὼν περὶ τοῦ ἐγγόνου διαλεχθῆναι, πείθειν ἐπιχειρῶν, ὡς οὐ δεῖ τὰ καθεστῶτα κινεῖν, οὐδὲ τὸν ἔγγονον τῆς βασιλείας ἀποστεροῦντα, ἑτέρῳ μηδαμῶς προσήκοντι παρέχειν, εἰ μή τι ἄλλο, τὰς ἀπὸ τούτου ταραχὰς συμβησομένας εὐλαβούμενον. ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ ἕτερ' ἄττα διελέχθησαν βασιλεῖ· ἐδόκουν δὲ λίθους ἕψειν. ὁ γὰρ βασιλεὺς ἀνεπιστρόφως εἴχετο τῶν ἀπ' ἀρχῆς δεδογμένων καὶ τὴν πρὸς τὸν ἔγγονον 1.56 δυσμένειαν αὐτοῖς πράγμασιν ἐπεδείκνυ. λέγεται δ' ἐν τούτοις τοῖς καιροῖς καὶ βασιλεὺς εἰς ἑαυτὸν συννενευκὼς καὶ περί τινος δοκῶν φροντίζειν, πρὸς μηδένα δὲ διαλεγόμενος, αὐτὸς πρὸς ἑαυτὸν πολλάκις εἰπεῖν ὥσπερ ἐπερωτῶν· «καὶ τῆς φύσεως ἐπικρατεστέρα φανεῖται ἡ ἔχθρα ἆρα;» εἴτε δὲ πρός τι τῶν μελετωμένων ἄλλο ὁ λόγος ἀπετείνετο, εἴτε περὶ τῆς εἰς ἔγγονον ἔχθρας ἦν, οὐδεὶς σαφῶς ἠδυνήθη μαθεῖν· πάντες μέντοι πρὸς τοῦτο τὸν λόγον ἐξέλαβον, καὶ τεκμήριον ἐποιοῦντο τῶν μελλόντων κακῶν. ἐν τούτοις μὲν οὖν ὁ χειμὼν ἐτελεύτα. ιβʹ. Ἄρτι δ' ἔαρος ἀρχομένου, Ἀπριλλίου μηνὸς πέμπτῃ ἱσταμένου, τῇ πρὸ τῶν βαΐων κυριακῇ, ὁ βασιλεὺς τῷ βασιλεῖ καὶ ἐγγόνῳ μηνύει ἑτέρωθι μηδαμοῦ πορευθῆναι, πρὸς αὐτὸν δὲ ἀφικέσθαι καὶ τὸ νῦν εἶναι· ὁ δὲ τί ποτ' ἂν εἴη τὸ λεχθὲν ἐν νῷ στρέφων καὶ περιεργαζόμενος, καὶ μηδαμοῦ τὴν αἰτίαν συμβαλεῖν ἔχων, ἤρετο τὸν μηνύσαντα, καὶ ἀξίωσιν προσθεὶς, εἴ τι σύνοιδεν, ἀπαγγέλλειν· ὁ δ' ἔλεγε, βέβαιον μὲν οὐδὲν εἰπεῖν ἔχειν, στοχάζεσθαι δὲ, τὸν πάππον βούλεσθαι καὶ βασιλέα τοῦ πατριάρχου καὶ ἀρχιερέων παρόντων λόγους τινὰς πρός ἑ διελθεῖν· οἵτινες δὲ οἱ λόγοι καὶ πρὸς τί φέρουσι, σαφῶς εἰδέναι μηδαμῶς. εἶτα μικρὸν ἐπισχὼν, «ὥσπερ μὲν ἔφην, ἀκριβῶς οὐκ οἶδα» εἶπε «περὶ ὧν οἱ λόγοι, εἰκάζειν μέντοι μὴ προσηνεῖς τινας ἔσεσθαι καὶ ἡμέρους, ἀλλ' ὡς ἐπὶ δίκῃ καλεῖσθαι· ἐδεῖτό τε μικρὸν ἀναμείναντα καὶ μελέτῃ μι 1.57 κρᾷ προσασχοληθέντα, ὡς εὐθύνας ὑφέξοντα, πρὸς ἀπολογίαν ἕτοιμον ἥκειν.» ὁ βασιλεὺς δὲ χάριν αὐτῷ τῆς καλοκαγαθίας ὁμολογήσας καὶ ἀγαθῶν ἀμοιβὴν προσεπευξάμενος παρὰ θεοῦ, εἶτα καὶ τοῦτο εἰπὼν, ὡς κατὰ γνώμην αὐτῷ γένοιτ' ἂν τὸ πολλῶν παρόντων δικαζόμενον ἀπολύσασθαι τὰ ἐγκλήματα, ἀπαγγέλλειν ἐκέλευε τῷ πάππῳ καὶ βασιλεῖ, ὡς ἀφίξεται ὅσον οὔπω. ἐκεῖνος μὲν οὖν τὴν παρὰ θεοῦ βοήθειαν ἐπευξάμενος ἐν τοῖς παροῦσι τῷ βασιλεῖ, καὶ προσκυνήσας ἀπῆλθε. βασιλεὺς δ' εὐθὺς τοὺς ἑταίρους μετεκαλεῖτο· ἀλλ' ὁ μὲν μέγας δομέστικος, θείου αὐτῷ τοῦ Ταρχανειώτου, ἀδελφῆς τοῦ πρώτου βασιλέως Μιχαὴλ υἱοῦ τεθνηκότος, παρῆν ἐκεῖ πενθήσων ἐπὶ κειμένῳ τῷ συγγενεῖ. ὁ πρωτοστράτωρ δὲ διατρίβων οἴκοι, ἀφίκετό τε πρὸς βασιλέα εὐθὺς καὶ τὴν αἰτίαν τῆς κλήσεως ἠρώτα μαθεῖν. βασιλεὺς δὲ τά τε παρὰ βασιλέως μηνυθέντα, καὶ ὅτι δίκης ἕνεκα καλοῖτο γνωρίζει, καὶ ὡς ἥξειν ἐπηγγείλατο κατὰ τάχος, προσθεὶς καὶ τοῦτο, ὡς κατὰ γνώμην ἂν αὐτῷ γένοιτο δικασθῆναι, δυνησομένῳ ῥᾳδίως αὑτὸν μὲν οὐδενὶ τῶν ἐγκαλουμένων ἐνεχόμενον