18
οτι εἰς τὴν ξένην, καὶ ̓Ελεάζαρ, δηλοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ωρμησεν εἰς Αιγυπτον. πλησιάσαντι δὲ ὁ ἀδελφὸς ὑπήντησεν ̓Ααρών. παραγίνονται ουν αμφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξίουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ' ἐκείνου, εργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ἡ ῥάβδος οφις ῥιφεῖσα ἐγένετο. τὸ δ' αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτηρίαν αυθις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς οφιν μεταβληθεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αι δράκοντες ἐδόκουν, κατέφαγεν· ειτα εἰς τὸ ἑαυτῆς σχῆμα μετα1.45 πεσοῦσαν αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φαραώ, εἰς αιμα τὰ υδατα μετεβέβλητο. ειτα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν. ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν ουν αλλα τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. ειπον ουν πρὸς Φαραὼ οτι δάκτυλος θεοῦ τοῦτό ἐστιν· ὁ δ' ετι ἀνένδοτος ην. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. επειτα τοῦ Μωυσέως καμινιαίαν αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ελκη καὶ φλυκτίδες εν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέζεσαν, καὶ αυθις χάλαζα υσθη, καὶ μετ' αὐτὴν ἐπῆλθεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δ' ἐπήνεκτο τούτοις ἡ τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν ὁ θεὸς Μωυσῇ θυσίαν παρασκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ος παρὰ μὲν ̔Εβραίοις Νισὰν καλεῖται, παρ' Αἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρ' Ελλησιν ̓Απρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης απαντες εθυον καὶ τῷ τοῦ θύματος αιματι τὰς φλιὰς τῶν οἰκιῶν εχριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ εκαυσαν. οθεν εκτοτε ἑορτὴν αγουσιν ̔Εβραῖοι κατὰ τὸν καιρὸν τοῦτον καὶ θύουσι, πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα αλλοι μὲν διάβασιν σημαίνειν φασίν, ̓Ιώσηπος δὲ ὑπερβασίαν, οτι κατ' ἐκείνην τὴν νύκτα τοὺς ̔Εβραίους ὁ θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. οθεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φαραὼ ἀπολύειν τοὺς ̔Εβραίους· ὁ δὲ ἀπιέναι προσέταξεν. οἱ δ' ἐξῄεσαν. ην δὲ τὸ τῶν μετανισταμένων πλῆθος τὸ στρατεύσιμον ἡλικίαν εχον μόνον μυριάδες 1.46 ἑξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ετη τετρακόσια τριάκοντα τοῦ τὸν ̓Αβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς ̓Ιακὼβ εἰς Αιγυπτον παροικίας μετὰ ἐνιαυτοὺς διακοσίους καὶ πεντεκαίδεκα. ην δὲ Μωυσῇ τότε τῆς ζωῆς ετος ὀγδοηκοστόν, ̓Ααρὼν δὲ τρισὶν ὑπερεῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ ̓Ιωσήφ, πληροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός. Οἱ μὲν ουν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο καὶ λαβόντες οπλα ἐδίωκον. ἑξακόσια δ' ησαν αὐτοῖς αρματα, ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριάδες εικοσιν ὁπλιτῶν. ̔Εβραίους δ' εἰς ἀπόγνωσιν ηγον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν εμελλον. ὁ δὲ παρεκάλει αὐτῷ επεσθαι, καὶ ηγεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παρ' αὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· ἡ δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς ̔Εβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες τὴν ιππον ἐδίωκον. ηδη δ' ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν ̔Εβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις ἡ θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αυθις τὸ υδωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο ουν οἱ ἐν τοῖς υδασιν Αἰγύπτιοι ξύμπαντες. καὶ οἱ μὲν ̔Εβραῖοι ἐν υμνοις ησαν καὶ εχαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξαμέτρῳ τόνῳ συντεθειμένη, ως φησιν ̓Ιώσηπος. τὰ δ' οπλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λα1.47 βόντες ̔Εβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ ηγεν αὐτοὺς ὁ Μωυσῆς εἰς τὸ ορος Σινᾶ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δ' ἐκεῖ ἡ τῶν τροφῶν ἐλύπει σπάνις καὶ ἡ τοῦ υδατος ενδεια. καὶ ουτως εχοντες εἰς τόπον ἀφικνοῦνται ἐν ῳ φρέαρ