18
ποικίλος, αἰόλειος· αιθω, αιθαλος, αἰθάλειος· σημαίνει δὲ καὶ τὸν καπνόν· δαίδαλος, ὁ ποικίλος, δαιδαλεῖος· μεγάλειος, ὡς ἀπὸ τοῦ μεγάλεος βαρυτόνου. πρόσκειται διὰ τὸ ὀμφαλὸς, ὀμφάλιος, μὴ ἐθνικόν. alpha.79 Αἰθιόπιον. χώρα Λυδίας, ἀφ' ου ἡ Αρτεμις Αἰθιοπία. Αἰθάλη. ἡ Χίος. Αἰθώ. ονομα πόλεως. Αιθρη. ονομα κύριον. Αἰθρία. εξω ὑπὸ τὸν ἀέρα καὶ τὸ υπαιθρον καὶ τὴν εὐδίαν. Αιθυα. ἡ ιγδη καὶ ἡ θαλάσσιος ορνις. αἰθύης ὑπὸ πτερύγεσσιν ελυσε πείσματα νηός. αἱ γὰρ αιθυαι οταν δύνωσι, κάκιστος οἰωνὸς ὑπάρχει τοῖς πλέουσι. τινὲς δὲ τὴν αἰτίαν λέγουσιν, οτι γαλήνης ουσης οὐ τολμᾷ προϊέναι φοβουμένη τὰ θαλάσσια ζῶα, χειμῶνα δὲ προορωμένη προέρχεται, τῶν αλλων ζώων ἐν ταῖς καταδύσεσιν οντων. Αἰθόλικασ. τὰς περὶ τὴν ἐπιφάνειαν φλυκτίδας. ̓Αϊκάσ. ἐκ τοῦ ἀϊκὴ ὀξυτόνου, ἀϊκὰς, ὡς ἰωκὴ, ἰωκάς. τὸ δὲ ἰωκὴ ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἀπὸ δὲ τοῦ αϊξ δισσύλλαβον αϊκας. αϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφ' ἑκάτερα. καὶ τοῦτο δὲ ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. αϊκες, αἱ ὁρμαὶ, διὰ τοῦ ι. καὶ γὰρ πολλάκις ὁ μέλλων ἀποβάλλων τὸ ω ἀποτελεῖ ονομα. ἀΐσσω, ἀΐξω, αϊξ. αλλως· τὰ εἰς ˉξ λήγοντα ὀνόματα ἀποστρέφονται τὴν ˉεˉι. τέττιξ, πέρδιξ. ουτω καὶ αϊξ. πρόσκειται τῇ ˉεˉι διφθόγγῳ, διὰ τὸ γλαῦξ καὶ Θρᾷξ καὶ αιξ. ̓Αϊτίασ. ἐρωτικὰς χορδὰς σημαίνει. alpha.80 Αἰκία. υβρις, μάστιξ, ειδος δίκης ἰδιωτικῆς, ἐπὶ πληγαῖς λαγχανομένης, ης τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ εστιν ὡρισμένον, ἀλλ' ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ ειναι αξιον τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσι. Αἰκίστρια. ἡ αἰκίζουσα. Αιλινοσ. αὐδὴ ὀδυρτικὴ, καὶ θρηνητική. Αἰκία. υβρις. διαφέρει υβρεως αἰκία. αἰκία μὲν γὰρ κατὰ τῶν πληγῶν, υβρις δὲ ανευ πληγῶν· ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπιβουλῆς. Αἰλία. πόλις Παλαιστίνης, ἡ πάλαι ̔Ιεροσόλυμα, ἀπὸ Αἰλίου ̓Αδριανοῦ. ὁ πολίτης Αἰλιώτης. Αἱμασία. τὸ ἐκ χαλίκων ᾠκονομημένον τειχεῖον ανευ πηλοῦ. κυρίως δὲ ὁ ἠκανθωμένος φραγμός. ἀπὸ τοῦ αἱμάττεσθαι τοὺς ὑπερβαίνοντας. τὸ δὲ αἱμάττεσθαι συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς. Αἰμιλία· Αἰμονία. κύρια. Αινοσ. πόλις Θρᾴκης, ὁ πολίτης Αἰνίτης. Αἰνή. χαλεπὴ, δεινή. Αινη δὲ τὸ τῆς Σικελίας ορος. Αιξ. παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ γίνεται αϊξ καὶ κατὰ συναίρεσιν αιξ. οθεν Ομηρος ιξαλον ταύτην ειπεν. Αἰξωνεία. ἡ βλασφημία. καὶ αἰξωνεύεσθαι τὸ κατηγορεῖν βλασφημοῦντος. μετῆκται δὲ ἀπὸ τῶν Αἰξωνέων· βλάσφημοι γὰρ κωμῳδοῦνται ειναι οἱ Αἰξωνεῖς. alpha.81 Αἰξωνηΐσ. δῆμος, φυλῆς Κεκροπίδος. Αἰξωνίδα τρίγλην. δοκοῦσαι αυται κάλλισται ειναι, καὶ τῶν αλλων διαφέρειν ταύτῃ. Αἰολομήτραν. ποικίλην εχουσα μήτρην· μίτρα δὲ ἡ πολεμικὴ ζώνη ἐστί. Αἰόλαν. πηδητικήν. ̓Αριστοφάνης· αἰόλαν χορείαν ἐφθεγξάμεθα βρεκεκεέξ. σημαίνει καὶ σκοτεινήν. Αἰόλη νύξ. μέλαινα η ποικίλη διὰ τὰ αστρα. Αιπεια. ονομα πόλεως. Αἰπεινή. ὑψηλή. Αἰπεινὴν ἐλάτην ερισε βάτοσ. Αἰπήεσσα. ὑψηλή. Αἰπεῖα. ὑψηλή. τὰ ἀπὸ τῶν εἰς ˉυˉς διὰ τοῦ εῖα σχηματιζόμενα θηλυκὰ διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. οιον· αἰπὺς, αἰπεῖα, ταχὺς, ταχεῖα, θῆλυς, θήλεια. ταῦτα δὲ τὰ εἰς ˉυˉς, εἰ μὲν βαρύτονα, προπαροξύνουσι τὰ θηλυκὰ, οιον θῆλυς, θήλεια, ημισυ, ἡμίσεια· εἰ δ' ὀξύτονα, προπερισπῶσιν ἐκεῖνα, οιον αἰπὺς, αἰπεῖα, χωρὶς τοῦ ἐλαχὺς, ἐλάχεια, ἡ μικρὰ, καὶ λιγὺς, λίγεια, ἡ ἡδεῖα. Αιρεσισ. ἡ περὶ πίστεως οὐκ ἀληθὴς δόξα, η δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων, πρὸς ἀλλήλους δὲ διαφωνούντων. η αιρεσις ἐστὶν, ὡς μὲν εἰδοποιὸς, ποιότης· ὡς δὲ συνεκτικὴ, δύναμις· ὡς δὲ συστατικὴ, ἰδιότης· ὡς δὲ ἀφορίζουσα, διαφορά· ὡς δὲ ἐνδεικτικὴ, κίνησις· ὡς δὲ χαρακτηριστικὴ, ἐνalpha.82 έργεια· η αιρεσις ἐστὶ καταστροφὴ, κατάλυσις. ινα σφίσι, τὸ λεγόμενον ἐξ ακρας, ἡ αιρεσις γένηται. καὶ ἡ λόγῳ τινὶ κατὰ τὸ λεγόμενον ἀκολουθοῦσα, η δοκοῦσα ἀκολουθεῖν. εστι δὲ αιρεσις καὶ ἡ πρόκρισις ἀπὸ τοῦ αἱρῶ τὸ βουλεύομαι καὶ προκρίνω. Αιρα. ἡ τοῦ σίτου· δίφθογγον. ερα δὲ ἡ γῆ· ψιλόν. Αἰσαλών. ειδος ζώου. Αισα. ἡ μοῖρα. τὴν σὴν ηθελον αισαν εχειν. παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δήσω. ὡς βήσω βήσα, καὶ πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ