τῆς μετοχῆς εἰρημένον βουλόμενος, ὁ Πλάτων αὐταῖς λέξεσιν οὕτω γέγραφεν· Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων. Ἐν ταῦθα ὁ Πλάτων σαφῶς καὶ φανερῶς τὸν παλαιὸν λόγον Μωϋσέως ὀνομάζει νόμον, τοῦ μὲν ὀνόματος Μωϋσέως φόβῳ τοῦ κωνείου μεμνῆσθαι δεδιώς· ἠπίστατο γὰρ τὴν τοῦ ἀνδρὸς διδασκαλίαν ἐχθρὰν Ἑλλήνων οὖσαν· διὰ δὲ τῆς τοῦ λόγου παλαιότητος τὸν Μωϋσέα σημαίνει σαφῶς. Ὅτι δὲ παλαιὸς καὶ πρῶτος ὁ Μωϋσέως νόμος, καὶ ἐκ τῆς ∆ιοδώρου καὶ τῶν λοιπῶν ἱστοριῶν ἱκανῶς ἡμῖν ἐν τοῖς προάγουσιν ἀποδέδει κται· πρῶτον γὰρ ἁπάντων νομοθέτην αὐτὸν ∆ιόδωρος γεγε νῆσθαι λέγει, μηδέπω μηδὲ τῶν τοῖς Ἕλλησι διαφερόντων εὑρεθέντων γραμμάτων, οἷς χρώμενοι τὰς ἑαυτῶν γεγράφασιν ἱστορίας. Θαυμαζέτω δὲ μηδείς, εἰ Μωϋσεῖ πεισθεὶς ὁ Πλά των περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ οὕτως γέγραφεν. Eὑρήσεις γὰρ αὐτὸν μυστικῶς μετὰ τὸν ὄντως ὄντα θεὸν καὶ τοῖς προ φήταις τὴν ἀληθῆ περὶ τῶν ὄντων ἀναφέροντα γνῶσιν. Oὕτω γὰρ ἐν τῷ Τιμαίῳ περί τινων ἀρχῶν διαλεγόμενος γέγραφε· Τὴν δὲ πυρὸς ἀρχὴν καὶ τῶν ἄλλων σωμάτων ὑποτιθέμεθα, κατὰ τὸν μετ' ἀνάγκης εἰκότα λόγον πορευόμενοι· τὰς δὲ ἔτι τούτων ἀρχὰς ὁ θεὸς οἶδεν ἄνωθεν καὶ ἀνδρῶν ὃς ἂν ἐκείνῳ φίλος ᾖ. Ἄνδρας δὲ τίνας ἑτέρους θεοῦ φίλους εἶναι νομίζει, εἰ μὴ Μωϋσέα καὶ τοὺς λοιποὺς προφήτας; Ὧν ταῖς προφη τείαις ἐντυχὼν καὶ τὸν περὶ κρίσεως παρ' αὐτῶν μεμαθηκὼς λόγον ἐν τῷ πρώτῳ τῆς Πολιτείας λόγῳ οὕτω προαναφωνεῖ λέγων· Ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρ χεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἐν τῷ πρόσθεν οὐκ εἰσῄει. Oἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν ᾅδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δέοι ἐκεῖ διδόναι δίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσι, καὶ αὐτὸς ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλον καθορᾷ αὐτά. Ὑποψίας γοῦν καὶ δείματος μεστὸς γίνεται, καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν. Ὁ μὲν οὖν τις εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖ δες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς τῆς ἐλ πίδος· τῷ δὲ μηδὲν ἄδικον ἑαυτῷ ξυνειδότι γλυκεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος, ὥσπερ καὶ Πίνδαρος λέγει. Χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτ' ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν ὁσίως καὶ δικαίως τὸν βίον διαγάγῃ, Γλυκεῖά οἱ καρδίαν ἀτιτάλλοισα γηροτρόφος ξυναορεῖ Ἐλπίς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ. Καὶ ταῦτα μὲν ἐν τῷ πρώτῳ τῆς Πολιτείας γέγραφε λόγῳ. Ἐν δὲ τῷ δεκάτῳ σαφῶς καὶ φανερῶς ἃ παρὰ τῶν προφητῶν περὶ κρίσεως μεμάθηκε, ταῦτα οὐχ ὡς παρ' αὐτῶν μεμαθηκώς, διὰ τὸ πρὸς Ἕλληνας δέος, ἀλλ' ὡς παρά τινος, ὡς αὐτῷ πλάττειν ἐδόκει, ἐν πολέμῳ ἀναιρεθέντος καὶ δω δεκαταίου μέλλοντος θάπτεσθαι καὶ ἐπὶ τῆς πυρᾶς κειμένου,