σεις, ἀλλὰ αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέῤῥηξε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τοῦ δαίμονος τὰ ἔργα. Ἐρώτησις μβ. Eἰ τῶν μερῶν τῆς κτίσεως οἱ δαίμονες οὐκ ἐξουσιάζουσι, διὰ τί παρακουσθέντων τῶν χρησμῶν τοῖς Ἕλλησι τιμωρίας ἐπήγαγον, καὶ θεραπευθέντων τῶν εἰδώλων ταύτας ἀνέσχον καὶ ἀγαθὰ αὐτοῖς ἀντὶ τούτων παρέσχον; Πόθεν οὖν αὐτοῖς δυνατὸν εἰς τὴν ἑκατέρου ἔννοιαν; Ἀπόκρισις. Ἔθος ἦν τοῖς δαίμοσι πρὸς πλάνην ἀνθρώπων προστι θέναι ἑαυτοῖς ὥσπερ τοῦ θεοῦ τὸ ὄνομα οὕτως καὶ τὴν ἰσχύν. Ὅτι δὲ οὐκ ἔστι τοῖς δαίμοσιν ἰσχὺς ἀμυντικὴ τῶν ἀνηκόων καὶ εὐεργετικὴ τῶν ὑπηκόων, δείκνυται ἐκ τῆς καταλύσεως ἧς ὑπέμεινεν ὁ ἑλληνισμὸς ὑπὸ τοῦ χριστιανισμοῦ. Φανερῶς γὰρ ὤφθη ὁ ἑλληνισμὸς οὐχ ἑτέρᾳ δυνάμει κατὰ τοῦ χριστιανισμοῦ χρησάμενος πλὴν τῇ διὰ χειρὸς ἀνθρώπων καὶ ξιφῶν· εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρωπίνῃ δυνάμει ἐχρήσατο σώζειν ἑαυτόν, μάτην προσδοκήσας θεοὺς αὑτοῦ, ἐκ τῆς καταλύσεως· ὅπερ ἐστὶ μέγιστος ἔλεγχος τῆς τῶν δαιμόνων ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν, τιμωρη τικὰ τῶν ἀνηκόων καὶ εὐεργετικὰ τῶν ὑπηκόων. Ἔτι δὲ εἰ πᾶσα θεραπεία ἐστὶ ζώντων τε καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ Θεραπευθέντων δὲ τῶν εἰδώλων ἀνέσχον τὰς τιμωρίας, τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ' ὥσπερ πρὸς τὰς θεραπείας οὕτως καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθήτως ἐχόντων; Ἐρώτησις μγ. Eἰ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ λέγει ὅτι δύο δύο καὶ ἑπτὰ ἑπτὰ ἐν τῇ κιβωτῷ εἰσηνέχθησαν ἀλογίστως, οὐ τέσσαρα καὶ δεκατέσσαρα ἐκ τῶν ἀκαθάρτων καὶ καθαρῶν, καί τινες τέσσαρα εἰρήκασι, τινὲς δὲ ὅτι δύο ἀκάθαρτα μόνον, ὁτιοῦν ἐκ τῶν δύο ἀληθέστερον; Ἀπόκρισις. Ἀληθέστερον εἶπεν ὁ εἰπὼν τέσσαρα καὶ δεκατέσσαρα τοῦ εἰπόντος δύο καὶ ἑπτά· τὰ γὰρ δύο δύο εἶπεν ἀντὶ τοῦ δύο ἄῤῥενα καὶ δύο θήλεα, καὶ ἑπτὰ ἑπτὰ ἀντὶ τοῦ ἑπτὰ ἄῤῥενα καὶ ἑπτὰ θήλεα. Ἀκάθαρτα δὲ τὰ δύο δύο. Ἐρώτησις μδ. Ἐπειδὴ τὴν τῶν πολυομμάτων ζώων Ἡσαΐας καὶ Ἰεζε κιὴλ ἐθεάσαντο ὀπτασίαν, ἆρα ἀμφοτέροις ἕν τι ἀπεκα λύπτετο ἢ θατέρῳ ἐδείκνυτο θάτερον; Τί δὲ καὶ ἐδείκνυτο δεικνύμενον; Ἀπόκρισις. ∆ιὰ μὲν τῆς κατὰ τὸν προφήτην Ἡσαΐαν ὀπτασίας τὸ κατὰ τὸν Χριστὸν ἐδήλου μυστήριον, καθήμενον ἐπὶ θρόνου δόξης καὶ τῇ βρώσει τῆς ἁγίας αὐτοῦ σαρκὸς καθαρισμὸν ποι οῦντα ἁμαρτίας ἀσεβῶν ἀνθρώπων, τῶν ἐν πάσῃ τῇ γῇ δοξα