, ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ἐπιστροφὴν αἰφνίδιον ποιησάμενοι παλίντροπον τὴν νίκην εἰργάσαντο· διὸ καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ καὶ μαχαίρας ἔργον γεγόνασι. Συναλίσκεται δὲ τοῖς ἄλλοις καὶ αὐτὸς ὁ κουροπαλάτης καὶ τῆς παρεμβολῆς ἁπάσης παράστασις καὶ ἁρπαγὴ καὶ διασκύλευσις γέγονε. Καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέσωσεν, ἐκινδύνευσεν ἂν πανστρατιᾷ ἡ τῶν Ῥωμαίων ἡλικία, ὅση πρὸς τὴν ἐνταῦθα ἐκστρατείαν συνέδραμε. Τῆς φήμης δὲ καταλαβούσης τὸν βασιλέα πολλή τις ἀνία κατέσχεν αὐτόν. Μήπω δὲ σχεδὸν ταύτης ἠκουσμένης ἑτέρα ἐπῆλθεν ὀξυτέρα φήμη καὶ τομωτέρα πολλῷ, τοὺς Τούρκους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ Ἀρχιστρατήγου ναὸν καταλαβεῖν ἐν μαχαίρᾳ, καὶ φόνου μὲν ἅπαντα τὰ ἐκεῖσε πληρῶσαι καὶ λύθρου, πολλὰς δὲ ὕβρεις τῷ ἱερῷ ἐμπαροινηθῆναι, ἱππῶνα τὸν πάνσεπτον ἐργασαμένους ναόν, καὶ τὸ δὴ σχετλιώτερον μηδὲ τὰς τοῦ χάσματος σήραγγας, ἐν ᾧπερ οἱ παραρρέοντες ποταμοὶ ἐκεῖσε χωνευόμενοι διὰ τῆς τοῦ Ἀρχιστρατήγου παλαιᾶς ἐπιδημίας καὶ θεοσημίας ὡς διὰ πρανοῦς ἀστατοῦν τὸ ῥεῦμα καὶ λίαν εὐδρομοῦν ἔχουσι, τοὺς καταφυγόντας διατηρῆσαι καὶ ὑπαλύξαι τὸν κίνδυνον ἰσχῦσαι, ἀλλ', ὅπερ οὐ γέγονέ ποτε, πλημμυρῆσαι τὸ ὕδωρ καὶ οἷον ἀναρροιβδῆσαι καὶ ἀνερεύξασθαι καὶ πάντας ἄρδην τοὺς καταπεφευγότας κατακλύσαι καὶ διὰ ξηρᾶς ὑποβρυχίους ποιήσασθαι. Ταῦτα τοιγαροῦν ἐπιδιηγηθέντα πολλὴν ἐνῆκαν τὴν ἀθυμίαν ἡμῖν λογιζομένοις θεοσημίαν εἶναι τὸ γεγονὸς καὶ μῆνιν καὶ χόλον Θεοῦ, ὡς μὴ μόνον τῶν πολεμίων, ἀλλὰ καὶ τῶν στοιχείων ἀντιμαχομένων ἡμῖν. Πρότερον μὲν γὰρ ἡ τοσαύτη τῶν ἐθνῶν ὁρμὴ καὶ ἔπαρσις καὶ τῶν ὑπὸ Ῥωμαίους 141 τελούντων κατακοπὴ ὀργὴ τοῦ Θεοῦ ἐδόκει, κατὰ τῶν αἱρετικῶν δὲ οἳ τὴν Ἰβηρίαν καὶ Μεσοποταμίαν ἄχρι Λυκανδοῦ καὶ Μελιτηνῆς καὶ τὴν παρακειμένην οἰκοῦσιν Ἀρμενίαν καὶ οἳ τὴν ἰουδαϊκὴν τοῦ Νεστορίου καὶ τὴν τῶν Ἀκεφάλων θρησκεύουσιν αἵρεσιν· καὶ γὰρ πλήθουσιν αἵδε αἱ χῶραι τῆς τοιαύτης κακοδοξίας. Ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο τὸ δεινόν, ἐν ἀμηχάνοις ἦσαν πάντες οἱ τὰ Ῥωμαίων θρησκεύοντες, πεπληρῶσθαι καὶ τὸ αὐτῶν μέτρον, οἷα καὶ τὸ τῶν Ἀμορραίων, λογιζόμενοι καὶ πιστεύοντες τηνικαῦτα ὡς ἄρα οὐ μόνον πίστις ἀπαιτεῖται ὀρθή, ἀλλὰ καὶ βίος τῇ πίστει μὴ ἀνθιστάμενος. ∆ιὸ καὶ ἀμφότεροι, ὅ τε περὶ τὴν πίστιν σφαλλόμενος δηλαδὴ καὶ ὁ περὶ τὸν βίον ὑποσκάζων καὶ χωλεύων, ἐν ἴσῃ τιμωρίᾳ καθίστανται· ὁ δὲ ποιήσας καὶ διδάξας ἐπαινεῖται καὶ μακαρίζεται. Ταῦτα ἐνωτισάμενος ὁ βασιλεὺς προθυμίαν μὲν εἶχεν ὡς αὐτίκα ἐξορμῆσαι καὶ τῇ ἑαυτοῦ χώρᾳ βοηθῆσαι, ἀπείργετο δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων. Ἦσαν δὲ ὅ τε Παλαιολόγος Νικηφόρος, ὁ ὑπέρτιμος καὶ τῶν φιλοσόφων ὕπατος Κωνσταντῖνος ὁ Ψελλὸς καὶ ἐπὶ πᾶσιν ὁ καῖσαρ, ὁ τοῦ προβεβασιλευκότος σύναιμος, οἳ τὸ ὅσον μὲν ἐπ' αὐτοῖς οὐδὲ ζῆν ᾑροῦντο αὐτόν· βαρὺς γὰρ ἦν αὐτοῖς καὶ βλεπόμενος λίαν, αὐτῷ ἀπεχθανομένοις ὡς ἀνδρὶ γενναίῳ καὶ θυμοειδεῖ καὶ τοὺς ἐφέδρους τῆς βασιλείας ἔχοντι, τοὺς παῖδάς φημι τοῦ ∆ούκα. Ὅμως δ' οὖν ἐκ τοῦ προφανοῦς ᾐδοῦντο συμβουλεύειν αὐτῷ τὰ ἀσύμφορα. Μεθ' ἡμέρας δέ τινας ἧκε καὶ ὁ κουροπαλάτης Μανουὴλ ἐπαγόμενος μεθ' ἑαυτοῦ τὸν κατασχόντα αὐτὸν Τοῦρκον οὐκ ἄκοντα, ἀλλ' ἑκόντα τὴν ὑπὸ τὸν βασιλέα δουλείαν αἱρετισάμενον. ∆υσμενῶς γὰρ ἔχοντος τοῦ σουλτάνου πρὸς αὐτὸν διά τινα συμβάντα αἰτιάματα στρατιὰν κατ' αὐτοῦ μετά τινος στρατάρχου ἐξαπέστειλε παντὶ τρόπῳ ἑλεῖν αὐτὸν μηχανώμενος, οὗ τῷ φόβῳ κατασεισθεὶς τῷ βασιλεῖ προσπέφευγε καὶ πρόεδρος παραυτίκα τετίμηται. Ἦν δὲ τὸ μὲν φαινόμενον νέος, πυγμαῖος δὲ σχεδὸν τὴν ἡλικίαν καὶ τὴν ὄψιν Σκύθης 142 καὶ ἄχαρις. ∆ιεῖπε δὲ αὐτὸν ὁ βασιλεὺς συμβαλέσθαι αὐτῷ κατὰ τῶν Τούρκων ἐλπίζων ἐν τῇ προκειμένῃ στρατείᾳ. Κατάλογον δὲ τῶν στρατιωτῶν ποιησάμενος, ἄρτι τοῦ ἔαρος ὑπανοίγοντος διαπεραιωθεὶς εἰς τὰ τῶν Ἠρίων παλάτια κατάγεται καὶ περὶ αὐτὴν τὴν ἡμέραν τῆς