18
ὡς ὁμοῦ γενέσθαι τὰ τρία· τὴν πρόσλη ψιν, τὴν ὕπαρξιν καὶ τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον, οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, δι' αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, τὸ ὑπὲρ ἡμᾶς καὶ καθ' ἡμᾶς. Οὔτε γὰρ γενόμενον πρότερον καθ' ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ' ἀεὶ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρχε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι. Ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς.» 84 «Τὴν δὲ ἁγίαν παρθένον κυρίως καὶ ἀληθῶς θεοτόκον κηρύττομεν· ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεγεννημένος, οὕτω θεοτόκος ἀληθὴς ἡ θεὸν ἐξ αὐτῆς σεσαρκωμένον κυήσασα. Θεὸν δέ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι οὐχ ὡς ἐξ αὐτῆς ἐσχηκότα τὴν ἀΐδιον τῆς θεότητος ὕπαρξιν, ἀλλ' ὡς ἐξ αὐτῆς ἀτρέπτως σαρκωθέντα καὶ γενόμενον ἄνθρωπον καὶ γεννηθέντα», ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν, τὸν αὐτὸν θεόν τε καὶ ἄνθρωπον, οὐχ ἕτερον ἐν τῇ τριάδι παρεισάγοντα πρόσωπον. 85 «Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον ἐν τῇ τριάδι παρεντιθεῖσαν πρόσωπον καὶ ἀνὰ μέρος τιθεῖσαν τοῦ θεοῦ τὴν ἐνυπόστατον δύναμιν καὶ ἀνὰ μέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον» ἢ τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀθάνατον παθητὸν ἀποδεικνύουσαν. Ὁ γὰρ τρισάγιος οὗτος ὕμνος πάλαι μὲν ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου διὰ τῶν λειτουργικῶν αὐτοῦ πνευμάτων τῶν σεραφὶμ τῷ θεόπτῃ Ἡσαΐᾳ μεμυσταγώγητο τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος μυστικῶς ἐμφαί νοντος καὶ τὴν μίαν κυριότητα καὶ φύσιν. Αὐτὸς μὲν γὰρ ὁ Ἡσαΐας τὸν θεὸν καὶ πατέρα ἔφη ἑωρακέναι, ὁ θεολόγος δὲ Ἰωάννης τὸν υἱὸν αὐτῷ ἔφη ἀποκεκαλύφθαι, Παῦλος δὲ ὁ θεῖος ἀπόστολος τὸ πνεῦμα τὸ ἅγιον. Ἐντεῦθεν ἅπας ὁ τῶν ἁγίων πατέρων ἑσμὸς εἰς τὴν ἁγίαν τριάδα τοῦτον τὸν τρισάγιον ἐξειλήφασιν ὕμνον. «Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητά τε καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.»» 86 Ἔκ τινος δὲ θείας ἀποκαλύψεως, αἱ ἱστορικαὶ διαγορεύουσι βίβλοι ἐπὶ Πρόκλου, προέδρου Κωνσταντινουπόλεως, λιτανεύοντος τοῦ αὐτόθι λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἀφαρπαγῆναι τοῦ λαοῦ παιδίον καὶ τὸν ὕμνον οὕτω διδαχθῆναι ὑπ' ἀγγελικῆς τινος μυσταγωγίας· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», καὶ κελευσθῆναι ᾄδειν. Ἐκύρωσε δὲ τὴν ἀποκάλυψιν ἡ σύντομος ἔκβασις· ἅμα γὰρ ᾖσαν, καὶ ἐκόπασεν ἡ ὀργή. Φαμὲν δὲ ταύτην εἶναι τοῦ ὕμνου τὴν δύναμιν· «Ἅγιος ὁ θεὸς» ὁ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον· «ἅγιος ἰσχυρὸς» ὁ υἱός, ἡ τοῦ πατρὸς σοφία καὶ δύναμις· «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον· «τὸ πνεῦμα γάρ ἐστι τὸ ζωοποιοῦν,» καὶ «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς,» καὶ ὁ θεοπάτωρ ∆αυίδ· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα.» Ταῦτα δὲ λέγομεν οὐ μόνῳ τῷ πατρὶ περιορίζοντες τὴν θεότητα οὐδὲ μόνῳ τῷ υἱῷ τὴν δύναμιν ἢ τὴν ἀθανασίαν μόνῳ τῷ πνεύματι, «ἀλλ' ἐφ' ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἑνιαίως λαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι