18
μὲν δόγματα αὐτῆς ἐπαινετὰ ὑπάρχοντα διαβάλλοντες, τινὰ δὲ ψεκτὰ ὄντα ὡς χρηστὰ μετιόντες. 97 Παρερμηνευταί, οἵ τινα κεφάλαια τῶν θείων γραφῶν τῆς τε παλαιᾶς καὶ νέας διαθήκης παρερμηνεύοντες καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν ταῦτα μεθοδεύοντες· ἐμφιλονείκως δὲ παρὰ τὰς πολλὰς τῶν ἀκριβῶν καὶ ἀνεπιλήπτων ἑρμηνειῶν διακείμενοι, ἐξ ἰδιωτείας τινὸς καὶ ἀδιακρισίας τοῦτο πάσχοντες, βεβαιοῦν δὲ ἐντεῦθεν αὐτοὺς καὶ ἔνια τῶν αἱρετικῶν δογμάτων μὴ ἐπιστάμενοι. 98 Λαμπετιανοί, οἱ ἀπὸ Λαμπετίου τινὸς οὕτω προσαγορευόμενοι, οἵτινες τοῖς βουλομένοις ἐπὶ τὸ αὐτὸ ζῆν καὶ ἐν κοινοβίοις διάγειν ἐπιτρέπουσιν ἑκάστῳ, οἵαν ἐθέλει καὶ δοκιμάζει πολιτείαν, ταύτην μετιέναι καί, ὃ προαιρεῖται σχῆμα, ἀμφιέννυσθαι· οὐ δεῖ γάρ, φησίν, ἠναγκασμένως ποιεῖν τι τὸν χριστιανόν, ὅτι γέγραπται· «Ἑκουσίως θύσω σοι», καὶ πάλιν· «Ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.» Ἐπιτρέπουσι δέ, ὥς φασί τινες, καὶ φυσικοῖς πάθεσι χώραν διδόναι καὶ μὴ ἀνθίστασθαι αὐτοῖς ὡς τῆς φύσεως οὕτως ἀπαιτούσης· καὶ ἕτερά τινα παραπλησίως τῶν ὀνομαζομένων Ἀεριανῶν λέγονται φρονεῖν. 99 Μονοθελῆται, οἱ ἀπὸ τοῦ Ἀλεξανδρείας Κύρου τὴν ἀρχὴν εἰληφότες, ὑπὸ δὲ τοῦ Κωνσταντινουπόλεως Σεργίου βεβαιωθέντες. Οὗτοι δύο μὲν ἐπὶ Χριστοῦ φύσεις πρεσβεύουσι καὶ μίαν ὑπόστασιν, ἓν δὲ θέλημα καὶ μίαν ἐνέργειαν δογματίζουσιν, ἀναιροῦντες διὰ τούτου τὴν τῶν φύσεων δυάδα καὶ τοῖς Ἀπολιναρίου δόγμασιν ἰσχυρῶς ἀντιποιούμενοι. 100βις ιν υω ινσερ. ξαπ., θυοδ απυδ λεθυιεν-μιγνε νυμερατυρ ξ. 100· ρʹ (ομ. ω) Αὐτοπροσκόπται, πάντα μὲν ὀρθόδοξοι τυγχάνοντες (τυγχάν] ὑπάρχοντες υ), ἀδεῶς δὲ τῆς καθολικῆς ἐκκλησίας καὶ κοινωνίας, σφᾶς αὐτοὺς προφάσεώς τινος (τινος ομ. υ) εὐτελοῦς ἕνεκα, εἰ τύχοι (εἰ τύχοι ομ. υ), ἀποκόπτοντες. Κανονικοὺς δὲ θεσμοὺς δῆθεν ἐπιζητοῦντες, οὔτε ἐπίσκοποι οὔθ' ὅλως λαοῦ προεστῶτες (οὔτε-προεστῶτες ομ. ω), ἀλλά τινες ἀγελαῖοι ὄντες, ὅμως αὐτοὶ προσκόπτουσιν, ἐν οἷς ἐγκαλοῦσι. Συνοικοῦσι γὰρ γυναιξὶ προφανῶς, καὶ παρεισάκτοις συνδιάγουσι (συνάγουσιν υ), πραγματείαις τε καὶ πλεονεξίαις καὶ τοῖς ἄλλοις ἐντρίβοντες (βονται υ) βιωτικοῖς πράγμασιν, Ἀλόγως (αδδ. τε υ) βιωτεύουσιν ἐκεῖνα ἔργῳ καταλύοντες, ἅπερ λόγῳ συνιστᾶν ἰσχυρίζονται, παραβάται ὄντες κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν· λόγῳ γὰρ τιμῶντες ἔργῳ τὸν θεὸν ἀτιμάζουσι, μοναχοὶ καὶ ὑπὸ κλῆρον ταττόμενοι. Ἕπονται δὲ αὐτοῖς, ὅσοι (ὡς οἱ υ) τεθαμβωμένοι καὶ τῇ ἑαυτῶν ἁπλότητι πορευόμενοι. Οἱ δέ γε τρόφιμοι τῆς ἐκκλησίας τοὺς μὲν ἱεροὺς σέβουσι κανόνας, τὰ δὲ τούτοις συντείνοντα ἐπισκόποις καὶ προεστῶσι παραχωροῦντες, αὐτοὶ μάλα περιέπουσιν ἔργῳ τε (τε ομ. υ) τούτους δι' εὐταξίας ὑπερτιμῶσιν. Ἔστι δὲ καὶ ἡ μέχρι τοῦ νῦν κρατοῦσα λαοπλανὴς θρησκεία τῶν Ἰσμαηλιτῶν πρόδρομος οὖσα τοῦ ἀντιχρίστου. Κατάγεται δὲ ἀπὸ τοῦ Ἰσμαὴλ τοῦ ἐκ τῆς Ἄγαρ τεχθέντος τῷ Ἀβραάμ· διόπερ Ἀγαρηνοικαὶ Ἰσμαηλῖται προσαγορεύονται. Σαρακηνοὺς δὲ αὐτοὺς καλοῦσιν ὡς ἐκ τῆς Σάρρας κενοὺς διὰ τὸ εἰρῆσθαι ὑπὸ τῆς Ἄγαρ τῷ ἀγγέλῳ· Σάρρα κενήν με ἀπέλυσεν. Οὗτοι μὲν οὖν εἰδωλολατρήσαντες καὶ προσκυνήσαντες τῷ ἑωσφόρῳ ἄστρῳ καὶ τῇ Ἀφροδίτῃ, ἣν δὴ καὶ Χαβὰρ τῇ ἑαυτῶν ἐπωνόμασαν γλώσσῃ, ὅπερ σημαίνει μεγάλη. Ἕως μὲν οὖν τῶν Ἡρακλείου χρόνων προφανῶς εἰδωλολάτρουν, ἀφ' οὗ χρόνου καὶ δεῦρο ψευδοπροφήτης αὐτοῖς ἀνεφύη Μάμεδ ἐπονομαζόμενος, ὃς τῇ τε παλαιᾷ καὶ νέᾳ διαθήκῃ περιτυχών, ὁμοίως ἀρειανῷ προσομιλήσας δῆθεν μοναχῷ ἰδίαν συνεστήσατο αἵρεσιν. Καὶ προφάσει τὸ δοκεῖν θεοσεβείας τὸ ἔθνος εἰσποιησάμενος, ἐξ οὐρανοῦ